2
 1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων·  2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.  3 Τοῦτο * ⸋ γὰρ RP f 35 TR  ¦ – TNT2 WH NA NIV SBL ⸋γὰρ⸌ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ,  4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.  5 Εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος χριστὸς Ἰησοῦς,  6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις,  7 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος· ἀλήθειαν λέγω * ⸋ ἐν χριστῷ RP f 35 TR  ¦ – TNT2 WH NA NIV SBL ⸋ἐν χριστῷ,⸌ οὐ ψεύδομαι· διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. 
 8 Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ * ⸂ διαλογισμοῦ RP f 35 TR TNT2 NA NIV SBL  ¦ διαλογισμῶν WH ⸂διαλογισμοῦ.⸃  9 Ὡσαύτως * ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV SBL  ¦ – WH NA25 ⸋καὶ⸌ * ⸋2 τὰς RP f 35 TR  ¦ – TNT2 WH NA NIV SBL ⸋2τὰς⸌ γυναῖκας ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης, κοσμεῖν ἑαυτάς, μὴ ἐν * ⸂ πλέγμασιν, ἢ χρυσῷ, … ἢ ἱματισμῷ πολυτελεῖ RP f 35 TR  ¦ πλέγμασιν καὶ χρυσῷ, … ἢ ἱματισμῷ πολυτελεῖ TNT2  ¦ πλέγμασιν καὶ χρυσίῳ, … ἢ ἱματισμῷ πολυτελεῖ WH NA NIV SBL ⸂πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ,⸃  10 ἀλλ᾽ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾽ ἔργων ἀγαθῶν.  11 Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ.  12  * ⸉ Γυναικὶ δὲ διδάσκειν RP f 35 TR  ¦ Διδάσκειν δὲ γυναικὶ TNT2 WH NA NIV SBL ⸉Γυναικὶ δὲ διδάσκειν⸊ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ᾽ εἶναι ἐν ἡσυχίᾳ.  13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα·  14 καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ * ⸂ ἀπατηθεῖσα RP f 35 TR  ¦ ἐξαπατηθεῖσα TNT2 WH NA NIV SBL ⸂ἀπατηθεῖσα⸃ ἐν παραβάσει γέγονεν·  15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης. 
*2:3 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*2:7 ⸋ ἐν χριστῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*2:8 ⸂ διαλογισμοῦ RP f 35 TR TNT2 NA NIV SBL ¦ διαλογισμῶν WH
*2:9 ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
*2:9 ⸋2 τὰς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*2:9 ⸂ πλέγμασιν, ἢ χρυσῷ, … ἢ ἱματισμῷ πολυτελεῖ RP f 35 TR ¦ πλέγμασιν καὶ χρυσῷ, … ἢ ἱματισμῷ πολυτελεῖ TNT2 ¦ πλέγμασιν καὶ χρυσίῳ, … ἢ ἱματισμῷ πολυτελεῖ WH NA NIV SBL
*2:12 ⸉ Γυναικὶ δὲ διδάσκειν RP f 35 TR ¦ Διδάσκειν δὲ γυναικὶ TNT2 WH NA NIV SBL
*2:14 ⸂ ἀπατηθεῖσα RP f 35 TR ¦ ἐξαπατηθεῖσα TNT2 WH NA NIV SBL