7
 1 Ἐπίστρεφε ἐπίστρεφε ἡ Σουναμίτις· ἐπίστρεφε ἐπίστρεφε, καὶ ὀφόμεθα ἐν σοί. 
Τί ὄψεσθε ἐν τῇ Σουναμίτιδι; ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν. 
 2 Ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασί σου, θύγατερ ναδάβ· ῥυθμοὶ μηρῶν ὅμοιοι ὁρμίσκοις, ἔργον τεχνίτου.  3 Ὀμφαλός σου κρατὴρ τορευτὸς, μὴ ὑστερούμενος κράμα· κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις.  4 Δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος.  5 Ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος· οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσεβὼν, ἐν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου, ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ.  6 Κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα· βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.  7 Τί ὡραιώθης, καὶ τί ἡδύνθης ἀγάπη;  8 ἐν τρυφαῖς σου τοῦτο μέγεθός σου· ὡμοιώθης τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν.  9 Εἶπα, ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ· καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου, καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα,  10 καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσιν. 
 11 Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπʼ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ.  12 Ἐλθὲ ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρὸν, αὐλισθῶμεν ἐν κώμαις.  13 Ὀρθρίσωμεν εἰς ἀμπελῶνας· ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμὸς, ἤνθησν αἱ ῥοαί· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.  14 Οἱ μανδραγόραι ἔδωκαν ὀσμήν· καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιὰ, ἀδελφιδέ μου, ἐτήρησά σοι.