2
1 Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης; 2 ἐὰν γὰρ εἰσέλθῃ ⸀εἰς* εἰς WH Treg NA28 ] + τὴν RPσυναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, 3 ⸂ἐπιβλέψητε δὲ† ἐπιβλέψητε δὲ WH NA28 ] καὶ ἐπιβλέψητε Treg RP ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ ⸀εἴπητε‡ εἴπητε WH Treg NA28 ] + αὐτῷ RP Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε· Σὺ στῆθι ⸂ἢ κάθου ἐκεῖ§ ἢ κάθου ἐκεῖ WH NA28 ] ἐκεῖ ἢ κάθου Treg NA27; ἐκεῖ ἢ κάθου ὧδε RP ὑπὸ τὸ ὑποπόδιόν μου, 4 ⸀οὐ* οὐ WH Treg NA27 ] καὶ οὐ NA28 RPδιεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; 5 ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς ⸂τῷ κόσμῳ† τῷ κόσμῳ WH Treg NA28 ] τοῦ κόσμου RP πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; 6 ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; 7 οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφʼ ὑμᾶς;
8 Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· 9 εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10 ὅστις γὰρ ὅλον τὸν νόμον ⸂τηρήσῃ, πταίσῃ⸃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος.‡ τηρήσῃ πταίσῃ WH Treg NA28 ] τηρήσει πταίσει RP 11 ὁ γὰρ εἰπών· Μὴ ⸀μοιχεύσῃς§ μοιχεύσῃς WH Treg NA28 ] μοιχεύσεις RP εἶπεν καί· Μὴ ⸀φονεύσῃς* φονεύσῃς WH Treg NA28 ] φονεύσεις RP εἰ δὲ οὐ ⸂μοιχεύεις φονεύεις† μοιχεύεις φονεύεις WH Treg NA28 ] μοιχεύσεις φονεύσεις RP δέ, γέγονας παραβάτης νόμου. 12 οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος‡ ἔλεος WH Treg NA28 ] ἔλεον RP κατακαυχᾶται ⸀ἔλεος κρίσεως.
14 ⸀Τί§ Τί WH ] + τὸ Treg NA28 RPὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; 15 ⸀ἐὰν* ἐὰν WH Treg NA28 ] + δὲ RP ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ ⸀λειπόμενοι† λειπόμενοι WH Treg NA27 ] + ὦσιν NA28 RPτῆς ἐφημέρου τροφῆς, 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, ⸀τί‡ τί WH ] + τὸ Treg NA28 RPὄφελος; 17 οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ⸂ἔχῃ ἔργα§ ἔχῃ ἔργα WH Treg NA28 ] ἔργα ἔχῃ RP, νεκρά ἐστιν καθʼ ἑαυτήν.
18 Ἀλλʼ ἐρεῖ τις· Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν σου ⸀χωρὶς* χωρὶς WH Treg NA28 ] ἐκ RP τῶν ⸀ἔργων† ἔργων WH Treg NA28 ] + σου RP κἀγώ ⸂σοι δείξω‡ σοι δείξω WH Treg NA28 ] δείξω σοι RP ἐκ τῶν ἔργων μου τὴν ⸀πίστιν§ πίστιν WH Treg NA28 ] + μου RP 19 σὺ πιστεύεις ὅτι ⸂εἷς ἐστιν ὁ θεός* εἷς ἐστιν ὁ θεός Treg NA28 ] εἷς θεός ἐστιν WH; ὁ θεὸς εἷς ἐστιν RP; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν. 20 θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ⸀ἀργή† ἀργή WH Treg NA28 ] νεκρά RPἐστιν; 21 Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22 βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη, 23 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη. 24 ⸀ὁρᾶτε‡ ὁρᾶτε WH Treg NA28 ] + τοίνυν RPὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον. 25 ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 26 ὥσπερ ⸀γὰρ§ γὰρ Treg NA28 RP ] – WH τὸ σῶμα χωρὶς* χωρὶς WH NA28 ] + τῶν Treg RPπνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις ⸀χωρὶς ἔργων νεκρά ἐστιν.

*2:2 εἰς WH Treg NA28 ] + τὴν RP

†2:3 ἐπιβλέψητε δὲ WH NA28 ] καὶ ἐπιβλέψητε Treg RP

‡2:3 εἴπητε WH Treg NA28 ] + αὐτῷ RP

§2:3 ἢ κάθου ἐκεῖ WH NA28 ] ἐκεῖ ἢ κάθου Treg NA27; ἐκεῖ ἢ κάθου ὧδε RP

*2:4 οὐ WH Treg NA27 ] καὶ οὐ NA28 RP

†2:5 τῷ κόσμῳ WH Treg NA28 ] τοῦ κόσμου RP

‡2:10 τηρήσῃ πταίσῃ WH Treg NA28 ] τηρήσει πταίσει RP

§2:11 μοιχεύσῃς WH Treg NA28 ] μοιχεύσεις RP

*2:11 φονεύσῃς WH Treg NA28 ] φονεύσεις RP

†2:11 μοιχεύεις φονεύεις WH Treg NA28 ] μοιχεύσεις φονεύσεις RP

‡2:13 ἔλεος WH Treg NA28 ] ἔλεον RP

§2:14 Τί WH ] + τὸ Treg NA28 RP

*2:15 ἐὰν WH Treg NA28 ] + δὲ RP

†2:15 λειπόμενοι WH Treg NA27 ] + ὦσιν NA28 RP

‡2:16 τί WH ] + τὸ Treg NA28 RP

§2:17 ἔχῃ ἔργα WH Treg NA28 ] ἔργα ἔχῃ RP

*2:18 χωρὶς WH Treg NA28 ] ἐκ RP

†2:18 ἔργων WH Treg NA28 ] + σου RP

‡2:18 σοι δείξω WH Treg NA28 ] δείξω σοι RP

§2:18 πίστιν WH Treg NA28 ] + μου RP

*2:19 εἷς ἐστιν ὁ θεός Treg NA28 ] εἷς θεός ἐστιν WH; ὁ θεὸς εἷς ἐστιν RP

†2:20 ἀργή WH Treg NA28 ] νεκρά RP

‡2:24 ὁρᾶτε WH Treg NA28 ] + τοίνυν RP

§2:26 γὰρ Treg NA28 RP ] – WH

*2:26 χωρὶς WH NA28 ] + τῶν Treg RP