4
1 Πόθεν πόλεμοι καὶ ⸀πόθεν* πόθεν WH Treg NA28 ] – RPμάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 2 ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· 3 αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4 ⸀μοιχαλίδες† μοιχαλίδες WH Treg NA28 ] Μοιχοὶ καὶ μοιχαλίδες RP οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ⸀ἐὰν‡ ἐὰν WH NA28 ] ἂν Treg RPοὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 5 ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ ⸀κατῴκισεν§ κατῴκισεν WH Treg NA28 ] κατῴκησεν RPἐν ἡμῖν; 6 μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. 7 ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφʼ ὑμῶν· 8 ἐγγίσατε τῷ θεῷ, καὶ ⸀ἐγγιεῖ* ἐγγιεῖ Treg NA28 RP ] ἐγγίσει WHὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος ⸀μετατραπήτω† μετατραπήτω WH NA28 ] μεταστραφήτω Treg RPκαὶ ἡ χαρὰ εἰς κατήφειαν· 10 ταπεινώθητε ἐνώπιον ⸀κυρίου‡ κυρίου WH Treg NA27 ] τοῦ κυρίου NA28 RP καὶ ὑψώσει ὑμᾶς.
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ⸀ἢ§ ἢ WH Treg NA28 ] καὶ RPκρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. 12 εἷς ⸀ἐστιν* ἐστιν WH ] + ὁ Treg NA28 RP νομοθέτης ⸂καὶ κριτής† καὶ κριτής WH Treg NA28 ] – RP , ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ⸂ὁ κρίνων‡ ὁ κρίνων WH Treg NA28 ] ὃς κρίνεις RP τὸν ⸀πλησίον§ πλησίον WH Treg NA28 ] ἕτερον RP
13 Ἄγε νῦν οἱ λέγοντες· Σήμερον ⸀ἢ* ἢ WH Treg NA28 ] καὶ RP αὔριον ⸀πορευσόμεθα† πορευσόμεθα WH Treg NA28 ] πορευσώμεθα RP εἰς τήνδε τὴν πόλιν καὶ ⸀ποιήσομεν‡ ποιήσομεν WH NA28 ] ποιήσωμεν Treg RP ἐκεῖ ⸀ἐνιαυτὸν§ ἐνιαυτὸν WH Treg NA28 ] + ἕνα RP καὶ ⸀ἐμπορευσόμεθα* ἐμπορευσόμεθα WH Treg NA28 ] ἐμπορευσώμεθα RP καὶ ⸀κερδήσομεν† κερδήσομεν WH Treg NA28 ] κερδήσωμεν RP 14 οἵτινες οὐκ ἐπίστασθε ⸀τὸ‡ τὸ Treg NA28 RP ] – WH τῆς αὔριον ⸀ποία§ ποία WH NA28 ] + γὰρ Treg RP ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ⸀ἐστε* ἐστε WH Treg NA28 ] ἔσται RP ⸀ἡ† ἡ Treg NA28 RP ] – WH πρὸς ὀλίγον φαινομένη, ⸀ἔπειτα‡ ἔπειτα WH Treg NA28 ] + δὲ RPκαὶ ἀφανιζομένη· 15 ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος ⸀θελήσῃ§ θελήσῃ Treg NA28 RP ] θέλῃ WH καὶ ⸀ζήσομεν* ζήσομεν WH Treg NA28 ] ζήσωμεν RP καὶ ⸀ποιήσομεν† ποιήσομεν WH Treg NA28 ] ποιήσωμεν RPτοῦτο ἢ ἐκεῖνο. 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.

*4:1 πόθεν WH Treg NA28 ] – RP

†4:4 μοιχαλίδες WH Treg NA28 ] Μοιχοὶ καὶ μοιχαλίδες RP

‡4:4 ἐὰν WH NA28 ] ἂν Treg RP

§4:5 κατῴκισεν WH Treg NA28 ] κατῴκησεν RP

*4:8 ἐγγιεῖ Treg NA28 RP ] ἐγγίσει WH

†4:9 μετατραπήτω WH NA28 ] μεταστραφήτω Treg RP

‡4:10 κυρίου WH Treg NA27 ] τοῦ κυρίου NA28 RP

§4:11 ἢ WH Treg NA28 ] καὶ RP

*4:12 ἐστιν WH ] + ὁ Treg NA28 RP

†4:12 καὶ κριτής WH Treg NA28 ] – RP

‡4:12 ὁ κρίνων WH Treg NA28 ] ὃς κρίνεις RP

§4:12 πλησίον WH Treg NA28 ] ἕτερον RP

*4:13 ἢ WH Treg NA28 ] καὶ RP

†4:13 πορευσόμεθα WH Treg NA28 ] πορευσώμεθα RP

‡4:13 ποιήσομεν WH NA28 ] ποιήσωμεν Treg RP

§4:13 ἐνιαυτὸν WH Treg NA28 ] + ἕνα RP

*4:13 ἐμπορευσόμεθα WH Treg NA28 ] ἐμπορευσώμεθα RP

†4:13 κερδήσομεν WH Treg NA28 ] κερδήσωμεν RP

‡4:14 τὸ Treg NA28 RP ] – WH

§4:14 ποία WH NA28 ] + γὰρ Treg RP

*4:14 ἐστε WH Treg NA28 ] ἔσται RP

†4:14 ἡ Treg NA28 RP ] – WH

‡4:14 ἔπειτα WH Treg NA28 ] + δὲ RP

§4:15 θελήσῃ Treg NA28 RP ] θέλῃ WH

*4:15 ζήσομεν WH Treg NA28 ] ζήσωμεν RP

†4:15 ποιήσομεν WH Treg NA28 ] ποιήσωμεν RP