14
Iconium
1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. 2 Οἱ δὲ ἀπειθοῦντες* απειθουντες f35 [95%] HF,RP,OC,TR,CP ¦ απειθησαντες (ℵ)A,B(C) [5%] NU ¦ D is wild Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. 3 Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν, παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ, τῷ μαρτυροῦντι† μαρτυρουντι rell ¦ 1 επι ℵA[NU] τῷ λόγῳ τῆς χάριτος αὐτοῦ,‡ αυτου f35 ℵA,B,D [90%] HF,RP,OC,CP,NU ¦ 1 και C [10%] TR διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. 4 Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. 5 Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων, σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι§ λιθοβολησαι rell ¦ λιθοβολισαι [14%] αὐτούς, 6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας—Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον— 7 κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι.* ησαν ευαγγελιζομενοι f35 C [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B,D [5%] NU
Lystra
8 Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος† εν λυστροις αδυνατος f35 A,C [97%] HF,RP,OC,TR,CP ¦ ~ 312 ℵB [1%] NU ¦ εκαθητο 3 D ¦ three other variants [2%] τοῖς ποσὶν ἐκάθητο (χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων,‡ υπαρχων f35 [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [5%] NU ὃς οὐδέποτε περιπεπατήκει).§ περιπεπατηκει f35 [76%] HF,RP,OC,TR,CP ¦ περιεπατησεν ℵA,B,C [5%] NU ¦ περιπατηκει [12%] ¦ περιεπεπατηκει [6%] some TRs ¦ περειπεπατικει D ¦ two further variants 9 Οὗτος ἤκουεν* ηκουεν f35 B,C [75%] TR,CP ¦ ηκουσεν ℵA,D [25%] HF,RP,OC,NU τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι πίστιν ἔχει† πιστιν εχει f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B,C,D [5%] NU τοῦ σωθῆναι, 10 εἶπεν μεγάλῃ τῇ‡ τη f35 A [98%] HF,RP,OC,TR,CP ¦ — ℵB,C,D [2%] NU φωνῇ,§ φωνη f35 ℵA,B [95%] HF,RP,OC,TR,NU ¦ 1 σοι λεγω εν τω ονοματι του κυριου ιησου χριστου C,D [5%] CP «Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός.»* ορθος f35 ℵB,C,D [45%] HF,OC,TR,CP,NU ¦ ορθως [50%] RP ¦ ορθρος A [5%] Καὶ ἥλλατο† ηλλατο f35 [30%] ¦ ηλλετο [35%] HF,RP,TR,CP ¦ ηλετο [19%] ¦ ηλατο ℵA,B,C [15%] OC,NU ¦ ανηλατο D ¦ three other variants [1%] (Presumably an unusual form of the 1st aorist that some ‘corrected’ by making it imperfect, while others deleted the ‘extra’ λ.) καὶ περιεπάτει. 11 Οἱ δὲ‡ δε f35 C,D [98%] HF,RP,OC,TR,CP ¦ τε ℵA,B [2%] NU ὄχλοι, ἰδόντες ὃ ἐποίησεν ὁ § ο f35 [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [5%] NU Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν* την φωνην αυτων rell ¦ ~ 312 [30%] Λυκαονιστὶ λέγοντες, «Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς.» 12 Ἐκάλουν τε† τε rell ¦ δε D [11%] τὸν μὲν‡ μεν f35 [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [4%] NU Βαρνάβαν, Δία,§ δια rell ¦ διαν [20%] τὸν δὲ Παῦλον, Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 13 Ὁ δὲ* ο δε f35 [95%] HF,RP,OC,TR,CP ¦ ο τε ℵA,B [4%] NU ¦ τοτε C [1%] ¦ οι 2 D ἱερεὺς τοῦ Διός, τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν,† αυτων f35 [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [5%] NU ¦ αυτοις (D) ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελεν‡ ηθελεν rell ¦ ηθελον D [35%] θύειν.
14 Ἀκούσαντες δὲ οἱ ἀπόστολοι, Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν, εἰσεπήδησαν§ εισεπηδησαν f35 [94%] HF,RP,OC,TR,CP ¦ εξεπηδησαν ℵA,B,C,D [6%] NU εἰς τὸν ὄχλον, κράζοντες 15 καὶ λέγοντες· «Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ* και rell ¦ — 𝕻45D [15%] ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν† υμιν εσμεν f35 C [20%] ¦ ~ 21 𝕻45vℵA,B(D) [60%] HF,RP,OC,TR,CP,NU ¦ 2 [20%] ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν‡ τον f35 𝕻45D [94%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [6%] NU Θεὸν τὸν§ τον f35 𝕻45ℵ [94%] HF,RP,OC,TR,CP ¦ — A,B,C,D [6%] NU ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. 17 Καίτοιγε* καιτοιγε f35 ℵ [95%] HF,RP,OC,TR,CP ¦ καιτοι A,B,C [3%] NU ¦ και γε 𝕻45D [1%] ¦ two other variants οὐκ ἀμάρτυρον ἑαυτὸν† εαυτον f35 C(D) [98%] HF,RP,OC,TR,CP ¦ αυτον 𝕻45ℵA,B [2%] NU ἀφῆκεν, ἀγαθοποιῶν,‡ αγαθοποιων f35 D [96%] HF,RP,OC,TR,CP ¦ αγαθουργων ℵA,B,C [4%] NU οὐρανόθεν ὑμῖν§ υμιν f35 𝕻45ℵB,C(D) [83%] HF,RP,OC,NU ¦ ημιν [15%] TR,CP ¦ — A [2%] ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν.»* ημων f35 A [75%] HF,RP,TR,CP ¦ υμων ℵB,C,D [20%] OC,NU ¦ — [5%] 18 Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.† αυτοις f35 𝕻45ℵA,B [90%] HF,RP,OC,TR,NU ¦ 1 διατριβοντων δε αυτων και διδασκοντων C,D [10%] CP
Paul stoned
19 Ἐπῆλθον‡ επηλθον rell ¦ επηλθαν ℵA,B [1%] NU ¦ ανηλθον 𝕻45 [12%] δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυραν§ εσυραν f35 D [43%] OC,CP ¦ εσυρον ℵA,B,C [57%] HF,RP,TR,NU ἔξω τῆς πόλεως, νομίσαντες* νομισαντες f35 C [96%] HF,RP,OC,TR,CP ¦ νομιζοντες 𝕻45ℵA,B,D [4%] NU αὐτὸν τεθνάναι.† τεθναναι f35 (D) [94%] HF,RP,OC,TR,CP ¦ τεθνηκεναι ℵA,B,C [6%] NU 20 Κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτόν,‡ των μαθητων αυτον f35 ℵA,B,C [22%] NU ¦ ~ 312 [55%] HF,RP,OC,TR ¦ ~ αυτων 12 [20%] CP ¦ 12 αυτου D ¦ 12 αυτου 3 𝕻45 ¦ three other variants [2%] ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. Καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
The return to Antioch
21 Εὐαγγελισάμενοί§ ευαγγελισαμενοι rell ¦ ευαγγελιζομενοι A,D [20%] τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν εἰς* εις f35 D [20%] ¦ 1 την ℵA,B,C [80%] HF,RP,OC,TR,CP,NU Λύστραν καὶ† και f35 𝕻45D [90%] HF,RP,OC,TR,CP ¦ 1 εις ℵA,B,C [5%] NU ¦ 1 το [5%] Ἰκόνιον καὶ‡ και f35 B,D [95%] HF,RP,OC,TR,CP ¦ 1 εις ℵA,C [5%] NU Ἀντιόχειαν, 22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι «Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» 23 Χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ᾿ ἐκκλησίαν,§ πρεσβυτερους κατ εκκλησιαν f35 [94%] HF,RP,TR,CP ¦ ~ 231 ℵA,B,C(D) [6%] NU ¦ 123 και OC (in small print) προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.* πεπιστευκεισαν rell ¦ επεπιστευκεισαν [14%] ¦ πεπιστευκισαν ℵC ¦ πεπιστευκασιν D [2%] OC ¦ πεπιστευκησαν [1%] ¦ πεπειστευκεισαν A 24 Καὶ διελθόντες τὴν Πισιδίαν, ἦλθον εἰς† εις f35 A,D [97%] HF,RP,OC,TR,CP ¦ 1 την ℵB,C [3%] NU Παμφυλίαν. 25 Καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατέβησαν εἰς Ἀττάλειαν.‡ ατταλειαν rell ¦ αταλειαν [15%] ¦ αταλιαν [10%] ¦ ατταλιαν ℵA,B,C,D [8%] ¦ two other spellings 26 Κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. 27 Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ἀνήγγειλαν§ ανηγγειλαν f35 [92%] HF,RP,OC,TR,CP ¦ ανηγγελλον ℵA,B,C [3%] NU ¦ ανηγγειλον D ¦ απηγγειλαν [5%] ὅσα ἐποίησεν ὁ Θεὸς μετ᾿ αὐτῶν, καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. 28 Διέτριβον δὲ ἐκεῖ* εκει f35 [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [4%] NU χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

*14:2 απειθουντες f35 [95%] HF,RP,OC,TR,CP ¦ απειθησαντες (ℵ)A,B(C) [5%] NU ¦ D is wild

†14:3 μαρτυρουντι rell ¦ 1 επι ℵA[NU]

‡14:3 αυτου f35 ℵA,B,D [90%] HF,RP,OC,CP,NU ¦ 1 και C [10%] TR

§14:5 λιθοβολησαι rell ¦ λιθοβολισαι [14%]

*14:7 ησαν ευαγγελιζομενοι f35 C [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B,D [5%] NU

†14:8 εν λυστροις αδυνατος f35 A,C [97%] HF,RP,OC,TR,CP ¦ ~ 312 ℵB [1%] NU ¦ εκαθητο 3 D ¦ three other variants [2%]

‡14:8 υπαρχων f35 [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [5%] NU

§14:8 περιπεπατηκει f35 [76%] HF,RP,OC,TR,CP ¦ περιεπατησεν ℵA,B,C [5%] NU ¦ περιπατηκει [12%] ¦ περιεπεπατηκει [6%] some TRs ¦ περειπεπατικει D ¦ two further variants

*14:9 ηκουεν f35 B,C [75%] TR,CP ¦ ηκουσεν ℵA,D [25%] HF,RP,OC,NU

†14:9 πιστιν εχει f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B,C,D [5%] NU

‡14:10 τη f35 A [98%] HF,RP,OC,TR,CP ¦ — ℵB,C,D [2%] NU

§14:10 φωνη f35 ℵA,B [95%] HF,RP,OC,TR,NU ¦ 1 σοι λεγω εν τω ονοματι του κυριου ιησου χριστου C,D [5%] CP

*14:10 ορθος f35 ℵB,C,D [45%] HF,OC,TR,CP,NU ¦ ορθως [50%] RP ¦ ορθρος A [5%]

†14:10 ηλλατο f35 [30%] ¦ ηλλετο [35%] HF,RP,TR,CP ¦ ηλετο [19%] ¦ ηλατο ℵA,B,C [15%] OC,NU ¦ ανηλατο D ¦ three other variants [1%] (Presumably an unusual form of the 1st aorist that some ‘corrected’ by making it imperfect, while others deleted the ‘extra’ λ.)

‡14:11 δε f35 C,D [98%] HF,RP,OC,TR,CP ¦ τε ℵA,B [2%] NU

§14:11 ο f35 [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [5%] NU

*14:11 την φωνην αυτων rell ¦ ~ 312 [30%]

†14:12 τε rell ¦ δε D [11%]

‡14:12 μεν f35 [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [4%] NU

§14:12 δια rell ¦ διαν [20%]

*14:13 ο δε f35 [95%] HF,RP,OC,TR,CP ¦ ο τε ℵA,B [4%] NU ¦ τοτε C [1%] ¦ οι 2 D

†14:13 αυτων f35 [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [5%] NU ¦ αυτοις (D)

‡14:13 ηθελεν rell ¦ ηθελον D [35%]

§14:14 εισεπηδησαν f35 [94%] HF,RP,OC,TR,CP ¦ εξεπηδησαν ℵA,B,C,D [6%] NU

*14:15 και rell ¦ — 𝕻45D [15%]

†14:15 υμιν εσμεν f35 C [20%] ¦ ~ 21 𝕻45vℵA,B(D) [60%] HF,RP,OC,TR,CP,NU ¦ 2 [20%]

‡14:15 τον f35 𝕻45D [94%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [6%] NU

§14:15 τον f35 𝕻45ℵ [94%] HF,RP,OC,TR,CP ¦ — A,B,C,D [6%] NU

*14:17 καιτοιγε f35 ℵ [95%] HF,RP,OC,TR,CP ¦ καιτοι A,B,C [3%] NU ¦ και γε 𝕻45D [1%] ¦ two other variants

†14:17 εαυτον f35 C(D) [98%] HF,RP,OC,TR,CP ¦ αυτον 𝕻45ℵA,B [2%] NU

‡14:17 αγαθοποιων f35 D [96%] HF,RP,OC,TR,CP ¦ αγαθουργων ℵA,B,C [4%] NU

§14:17 υμιν f35 𝕻45ℵB,C(D) [83%] HF,RP,OC,NU ¦ ημιν [15%] TR,CP ¦ — A [2%]

*14:17 ημων f35 A [75%] HF,RP,TR,CP ¦ υμων ℵB,C,D [20%] OC,NU ¦ — [5%]

†14:18 αυτοις f35 𝕻45ℵA,B [90%] HF,RP,OC,TR,NU ¦ 1 διατριβοντων δε αυτων και διδασκοντων C,D [10%] CP

‡14:19 επηλθον rell ¦ επηλθαν ℵA,B [1%] NU ¦ ανηλθον 𝕻45 [12%]

§14:19 εσυραν f35 D [43%] OC,CP ¦ εσυρον ℵA,B,C [57%] HF,RP,TR,NU

*14:19 νομισαντες f35 C [96%] HF,RP,OC,TR,CP ¦ νομιζοντες 𝕻45ℵA,B,D [4%] NU

†14:19 τεθναναι f35 (D) [94%] HF,RP,OC,TR,CP ¦ τεθνηκεναι ℵA,B,C [6%] NU

‡14:20 των μαθητων αυτον f35 ℵA,B,C [22%] NU ¦ ~ 312 [55%] HF,RP,OC,TR ¦ ~ αυτων 12 [20%] CP ¦ 12 αυτου D ¦ 12 αυτου 3 𝕻45 ¦ three other variants [2%]

§14:21 ευαγγελισαμενοι rell ¦ ευαγγελιζομενοι A,D [20%]

*14:21 εις f35 D [20%] ¦ 1 την ℵA,B,C [80%] HF,RP,OC,TR,CP,NU

†14:21 και f35 𝕻45D [90%] HF,RP,OC,TR,CP ¦ 1 εις ℵA,B,C [5%] NU ¦ 1 το [5%]

‡14:21 και f35 B,D [95%] HF,RP,OC,TR,CP ¦ 1 εις ℵA,C [5%] NU

§14:23 πρεσβυτερους κατ εκκλησιαν f35 [94%] HF,RP,TR,CP ¦ ~ 231 ℵA,B,C(D) [6%] NU ¦ 123 και OC (in small print)

*14:23 πεπιστευκεισαν rell ¦ επεπιστευκεισαν [14%] ¦ πεπιστευκισαν ℵC ¦ πεπιστευκασιν D [2%] OC ¦ πεπιστευκησαν [1%] ¦ πεπειστευκεισαν A

†14:24 εις f35 A,D [97%] HF,RP,OC,TR,CP ¦ 1 την ℵB,C [3%] NU

‡14:25 ατταλειαν rell ¦ αταλειαν [15%] ¦ αταλιαν [10%] ¦ ατταλιαν ℵA,B,C,D [8%] ¦ two other spellings

§14:27 ανηγγειλαν f35 [92%] HF,RP,OC,TR,CP ¦ ανηγγελλον ℵA,B,C [3%] NU ¦ ανηγγειλον D ¦ απηγγειλαν [5%]

*14:28 εκει f35 [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [4%] NU