18
1 Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; 2 καὶ ⸀προσκαλεσάμενος* προσκαλεσάμενος WH Treg NA28 ] + ὁ Ἰησοῦς RPπαιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν 3 καὶ εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 4 ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 5 καὶ ὃς ⸀ἐὰν† ἐὰν WH NA28 RP ] ἂν Treg δέξηται ⸂ἓν παιδίον τοιοῦτο‡ ἓν παιδίον τοιοῦτο WH NA28 ] ἓν παιδίον τοιοῦτον Treg; παιδίον τοιοῦτον ἓν RP ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
6 Ὃς δʼ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς§ εἰς RP ] περὶ WH Treg NA28ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς ⸀εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. 7 οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη ⸀γὰρ* γὰρ WH Treg NA28 ] + ἐστιν RP ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ⸀ἀνθρώπῳ† ἀνθρώπῳ WH Treg NA28 ] + ἐκείνῳ RPδιʼ οὗ τὸ σκάνδαλον ἔρχεται.
8 Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον ⸀αὐτὸν‡ αὐτὸν WH Treg NA28 ] αὐτὰ RP καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν ⸂κυλλὸν ἢ χωλόν§ κυλλὸν ἢ χωλόν WH NA28 ] χωλὸν ἢ κυλλόν Treg RP, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. 9 καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς* οὐρανοῖς WH Treg NA28 ] + 11 Ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. RPδιὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν ⸀οὐρανοῖς. 12 τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ⸀ἀφήσει† ἀφήσει WH Treg NA28 ] ἀφεὶς RP τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη ⸀καὶ‡ καὶ WH Treg NA28 ] – RPπορευθεὶς ζητεῖ τὸ πλανώμενον; 13 καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπʼ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. 14 οὕτως οὐκ ἔστιν θέλημα ⸀ἔμπροσθεν§ ἔμπροσθεν WH Treg RP NA28 ] – NIV τοῦ πατρὸς ⸀ὑμῶν* ὑμῶν NA28 RP ] μου WH Treg τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ⸀ἓν† ἓν WH Treg NA28 ] εἷς RPτῶν μικρῶν τούτων.
15 Ἐὰν δὲ ἁμαρτήσῃ ⸂εἰς σὲ‡ εἰς σὲ Treg NA28 RP ] – WH ὁ ἀδελφός σου, ⸀ὕπαγε§ ὕπαγε WH Treg NA28 ] + καὶ RPἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· 16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· 17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὸν τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. 18 ἀμὴν λέγω ὑμῖν, ὅσα ⸀ἐὰν* ἐὰν WH NA28 RP ] ἂν Treg δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ⸀ἐν† ⸀ἐν WH NA28 ] + τῷ Treg RP οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ⸁ἐν‡ ⸁ἐν WH NA28 ] + τῷ Treg RPοὐρανῷ. 19 Πάλιν ⸀ἀμὴν§ ἀμὴν WH Treg RP NA28 ] – NIV λέγω ὑμῖν ὅτι ἐὰν δύο ⸂συμφωνήσωσιν ἐξ ὑμῶν* συμφωνήσωσιν ἐξ ὑμῶν WH Treg NA28 ] ὑμῶν συμφωνήσωσιν RP ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20 οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
21 Τότε προσελθὼν ⸂αὐτῷ ὁ Πέτρος εἶπεν† αὐτῷ ὁ Πέτρος εἶπεν RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH Treg NA28· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά.
23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ· 24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν ⸀προσηνέχθη‡ προσηνέχθη NA28 RP ] προσήχθη WH Treg ⸂αὐτῷ εἷς⸃ ὀφειλέτης μυρίων ταλάντων.§ αὐτῷ εἷς Treg NA28 RP ] εἷς αὐτῷ WH 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ ⸀κύριος* κύριος WH Treg NA28 ] + αὐτοῦ RP πραθῆναι καὶ τὴν ⸀γυναῖκα† γυναῖκα WH NA28 ] + αὐτοῦ Treg RP καὶ τὰ τέκνα καὶ πάντα ὅσα ⸀ἔχει‡ ἔχει WH Treg NA28 ] εἶχεν RPκαὶ ἀποδοθῆναι. 26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· ⸀Μακροθύμησον§ Μακροθύμησον WH Treg NA28 ] Κύριε Μακροθύμησον RP ἐπʼ ⸀ἐμοί* ἐμοί WH NA28 RP ] ἐμέ Treg καὶ πάντα ⸂ἀποδώσω σοι† ἀποδώσω σοι WH Treg NA28 ] σοι ἀποδώσω RP. 27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· ⸀Ἀπόδος‡ Ἀπόδος WH Treg NA28 ] + μοι RPεἴ τι ὀφείλεις. 29 πεσὼν οὖν ὁ σύνδουλος ⸀αὐτοῦ§ αὐτοῦ WH Treg NA28 ] + εἰς τοὺς πόδας αὐτοῦ RP παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπʼ ⸀ἐμοί* ἐμοί WH NA28 RP ] ἐμέ Treg καὶ ἀποδώσω σοι. 30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως ⸀οὗ† οὗ RP ] – WH Treg NA28ἀποδῷ τὸ ὀφειλόμενον. 31 ἰδόντες ⸀οὖν‡ οὖν WH Treg NA28 ] δὲ RPοἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. 32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα; 34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ⸀ὀφειλόμενον§ ὀφειλόμενον WH Treg NA28 ] + αὐτῷ RP 35 Οὕτως καὶ ὁ πατήρ μου ὁ ⸀οὐράνιος* οὐράνιος WH Treg NA28 ] ἐπουράνιος RP ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ⸀ὑμῶν† ὑμῶν WH Treg NA28 ] + τὰ παραπτώματα αὐτῶν RP

*18:2 προσκαλεσάμενος WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

†18:5 ἐὰν WH NA28 RP ] ἂν Treg

‡18:5 ἓν παιδίον τοιοῦτο WH NA28 ] ἓν παιδίον τοιοῦτον Treg; παιδίον τοιοῦτον ἓν RP

§18:6 εἰς RP ] περὶ WH Treg NA28

*18:7 γὰρ WH Treg NA28 ] + ἐστιν RP

†18:7 ἀνθρώπῳ WH Treg NA28 ] + ἐκείνῳ RP

‡18:8 αὐτὸν WH Treg NA28 ] αὐτὰ RP

§18:8 κυλλὸν ἢ χωλόν WH NA28 ] χωλὸν ἢ κυλλόν Treg RP

*18:10 οὐρανοῖς WH Treg NA28 ] + 11 Ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. RP

†18:12 ἀφήσει WH Treg NA28 ] ἀφεὶς RP

‡18:12 καὶ WH Treg NA28 ] – RP

§18:14 ἔμπροσθεν WH Treg RP NA28 ] – NIV

*18:14 ὑμῶν NA28 RP ] μου WH Treg

†18:14 ἓν WH Treg NA28 ] εἷς RP

‡18:15 εἰς σὲ Treg NA28 RP ] – WH

§18:15 ὕπαγε WH Treg NA28 ] + καὶ RP

*18:18 ἐὰν WH NA28 RP ] ἂν Treg

†18:18 ⸀ἐν WH NA28 ] + τῷ Treg RP

‡18:18 ⸁ἐν WH NA28 ] + τῷ Treg RP

§18:19 ἀμὴν WH Treg RP NA28 ] – NIV

*18:19 συμφωνήσωσιν ἐξ ὑμῶν WH Treg NA28 ] ὑμῶν συμφωνήσωσιν RP

†18:21 αὐτῷ ὁ Πέτρος εἶπεν RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH Treg NA28

‡18:24 προσηνέχθη NA28 RP ] προσήχθη WH Treg

§18:24 αὐτῷ εἷς Treg NA28 RP ] εἷς αὐτῷ WH

*18:25 κύριος WH Treg NA28 ] + αὐτοῦ RP

†18:25 γυναῖκα WH NA28 ] + αὐτοῦ Treg RP

‡18:25 ἔχει WH Treg NA28 ] εἶχεν RP

§18:26 Μακροθύμησον WH Treg NA28 ] Κύριε Μακροθύμησον RP

*18:26 ἐμοί WH NA28 RP ] ἐμέ Treg

†18:26 ἀποδώσω σοι WH Treg NA28 ] σοι ἀποδώσω RP

‡18:28 Ἀπόδος WH Treg NA28 ] + μοι RP

§18:29 αὐτοῦ WH Treg NA28 ] + εἰς τοὺς πόδας αὐτοῦ RP

*18:29 ἐμοί WH NA28 RP ] ἐμέ Treg

†18:30 οὗ RP ] – WH Treg NA28

‡18:31 οὖν WH Treg NA28 ] δὲ RP

§18:34 ὀφειλόμενον WH Treg NA28 ] + αὐτῷ RP

*18:35 οὐράνιος WH Treg NA28 ] ἐπουράνιος RP

†18:35 ὑμῶν WH Treg NA28 ] + τὰ παραπτώματα αὐτῶν RP