ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
1
1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο * ο ¦ — WHὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, 2 ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο, † ανεληφθη ¦ ανελημφθη CTἀνελήφθη· 3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶν ‡ τεσσαρακοντα ¦ τεσσερακοντα CTτεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 4 Καὶ § συναλιζομενος ¦ συναλιζομενος μετ αυτων SCRσυναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, Ἣν ἠκούσατέ μου· 5 ὅτι * ιωαννης ¦ ιωανης WHἸωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ † βαπτισθησεσθε εν πνευματι 92.1% ¦ εν πνευματι βαπτισθησεσθε CT 0.9%βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
6 Οἱ μὲν οὖν συνελθόντες ‡ επηρωτων ¦ ηρωτων ECM* NA SBL TH WHἐπηρώτων αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; 7 Εἶπε § δε ¦ — WHδὲ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. 8 Ἀλλὰ * ληψεσθε ¦ λημψεσθε CTλήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς· καὶ ἔσεσθέ † μοι ¦ μου ECM* NA SBL TH WHμοι μάρτυρες ἔν τε Ἱερουσαλήμ, καὶ ‡ εν ¦ — PCKἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ § σαμαρεια ¦ σαμαρια WHΣαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. 9 Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10 Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο * παρειστηκεισαν ¦ παριστηκεισαν WHπαρειστήκεισαν αὐτοῖς ἐν † εσθητι λευκη ¦ εσθησεσι λευκαις NA SBL TH WHἐσθῆτι λευκῇ, 11 οἳ καὶ ‡ ειπον ¦ ειπαν CTεἶπον, Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε § εμβλεποντες ¦ βλεποντες SBL TH WHἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος * ο ¦ — PCKὁ Ἰησοῦς, ὁ † αναληφθεις ¦ αναλημφθεις CTἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν. 13 Καὶ ὅτε εἰσῆλθον, ‡ ανεβησαν εις το υπερωον ¦ εις το υπερωον ανεβησαν CTἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ § ιακωβος και ιωαννης ¦ ιακωβος ιωαννης PCK ¦ ιωαννης και ιακωβος ECM NA SBL TH ¦ ιωανης και ιακωβος WHἸάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ * ματθαιος ¦ μαθθαιος CTΜατθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτής, καὶ Ἰούδας Ἰακώβου. 14 Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ † και τη δεησει 95.5% ¦ — CT 3.9%καὶ τῇ δεήσει, σὺν γυναιξὶ καὶ ‡ μαρια ¦ μαριαμ CTΜαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ § συν ¦ — ECM* NAσὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν * μαθητων ¦ αδελφων CTμαθητῶν εἶπεν—ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ † ως ¦ ωσει NAὡς ἑκατὸν εἴκοσιν— 16 Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ‡ ταυτην ¦ — CTταύτην, ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος § δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι * τον ¦ — CTτὸν Ἰησοῦν. 17 Ὅτι κατηριθμημένος ἦν † συν ¦ εν CTσὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης— 18 Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ ‡ μισθου ¦ του μισθου TRμισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος § ελακησε ¦ ελακισε PCKἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. 19 Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ * ιδια ¦ — WHἰδίᾳ διαλέκτῳ αὐτῶν † ακελδαμα ¦ ακελδαμαχ ECM NA SBL WH ¦ αχελδαμαχ THἈκελδαμά, τοῦτ᾽ ἔστι, χωρίον αἵματος— 20 Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν,
 
Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος,
καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ·
 
καί,
 
Τὴν ἐπισκοπὴν αὐτοῦ ‡ λαβοι ¦ λαβετω CTλάβοι ἕτερος.
 
21 Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ § εν ¦ — CTἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ᾽ ἡμᾶς ὁ Κύριος Ἰησοῦς, 22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος * ιωαννου ¦ ιωανου WHἸωάννου, ἕως τῆς ἡμέρας ἧς † ανεληφθη ¦ ανελημφθη CTἀνελήφθη ἀφ᾽ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ ‡ γενεσθαι συν ημιν ¦ συν ημιν γενεσθαι CTγενέσθαι σὺν ἡμῖν ἕνα τούτων. 23 Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον § βαρσαβαν ¦ βαρσαββαν ANT CTΒαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ * ματθιαν ¦ μαθθιαν ECM NA SBL WHΜατθίαν. 24 Καὶ προσευξάμενοι † ειπον ¦ ειπαν CTεἶπον, Σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ‡ ον εξελεξω εκ τουτων των δυο ενα ¦ εκ τουτων των δυο ον ενα εξελεξω SCR ¦ εκ τουτων των δυο ενα ον εξελεξω STὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα 25 λαβεῖν τὸν § κληρον ¦ τοπον CTκλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, * εξ ¦ αφ ECM* NA SBL TH WHἐξ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. 26 Καὶ ἔδωκαν κλήρους † αυτων ¦ αυτοις NA SBL TH WHαὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ ‡ ματθιαν ¦ μαθθιαν CTΜατθίαν, καὶ § συγκατεψηφισθη ¦ συνκατεψηφισθη TH WHσυγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

*1:1 ο ¦ — WH

†1:2 ανεληφθη ¦ ανελημφθη CT

‡1:3 τεσσαρακοντα ¦ τεσσερακοντα CT

§1:4 συναλιζομενος ¦ συναλιζομενος μετ αυτων SCR

*1:5 ιωαννης ¦ ιωανης WH

†1:5 βαπτισθησεσθε εν πνευματι 92.1% ¦ εν πνευματι βαπτισθησεσθε CT 0.9%

‡1:6 επηρωτων ¦ ηρωτων ECM* NA SBL TH WH

§1:7 δε ¦ — WH

*1:8 ληψεσθε ¦ λημψεσθε CT

†1:8 μοι ¦ μου ECM* NA SBL TH WH

‡1:8 εν ¦ — PCK

§1:8 σαμαρεια ¦ σαμαρια WH

*1:10 παρειστηκεισαν ¦ παριστηκεισαν WH

†1:10 εσθητι λευκη ¦ εσθησεσι λευκαις NA SBL TH WH

‡1:11 ειπον ¦ ειπαν CT

§1:11 εμβλεποντες ¦ βλεποντες SBL TH WH

*1:11 ο ¦ — PCK

†1:11 αναληφθεις ¦ αναλημφθεις CT

‡1:13 ανεβησαν εις το υπερωον ¦ εις το υπερωον ανεβησαν CT

§1:13 ιακωβος και ιωαννης ¦ ιακωβος ιωαννης PCK ¦ ιωαννης και ιακωβος ECM NA SBL TH ¦ ιωανης και ιακωβος WH

*1:13 ματθαιος ¦ μαθθαιος CT

†1:14 και τη δεησει 95.5% ¦ — CT 3.9%

‡1:14 μαρια ¦ μαριαμ CT

§1:14 συν ¦ — ECM* NA

*1:15 μαθητων ¦ αδελφων CT

†1:15 ως ¦ ωσει NA

‡1:16 ταυτην ¦ — CT

§1:16 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH

*1:16 τον ¦ — CT

†1:17 συν ¦ εν CT

‡1:18 μισθου ¦ του μισθου TR

§1:18 ελακησε ¦ ελακισε PCK

*1:19 ιδια ¦ — WH

†1:19 ακελδαμα ¦ ακελδαμαχ ECM NA SBL WH ¦ αχελδαμαχ TH

‡1:20 λαβοι ¦ λαβετω CT

§1:21 εν ¦ — CT

*1:22 ιωαννου ¦ ιωανου WH

†1:22 ανεληφθη ¦ ανελημφθη CT

‡1:22 γενεσθαι συν ημιν ¦ συν ημιν γενεσθαι CT

§1:23 βαρσαβαν ¦ βαρσαββαν ANT CT

*1:23 ματθιαν ¦ μαθθιαν ECM NA SBL WH

†1:24 ειπον ¦ ειπαν CT

‡1:24 ον εξελεξω εκ τουτων των δυο ενα ¦ εκ τουτων των δυο ον ενα εξελεξω SCR ¦ εκ τουτων των δυο ενα ον εξελεξω ST

§1:25 κληρον ¦ τοπον CT

*1:25 εξ ¦ αφ ECM* NA SBL TH WH

†1:26 αυτων ¦ αυτοις NA SBL TH WH

‡1:26 ματθιαν ¦ μαθθιαν CT

§1:26 συγκατεψηφισθη ¦ συνκατεψηφισθη TH WH