6
1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις, πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2 Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, * ειπον ¦ ειπαν CTεἶπον, Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς, καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. 3 Ἐπισκέψασθε † ουν ¦ δε ECM NA SBL WHοὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος ‡ αγιου ¦ — CTἉγίου καὶ σοφίας, οὓς § καταστησωμεν ¦ καταστησομεν ANT BYZ CT PCK TRκαταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης. 4 Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου * προσκαρτερησομεν ¦ προσκαρτερησωμεν ECM*προσκαρτερήσομεν. 5 Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα † πληρης ¦ πληρη ANT BYZ PCK TR WHπλήρης πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, 6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων· καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
7 Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
8 Στέφανος δὲ πλήρης ‡ πιστεως 78.4% ¦ χαριτος CT 19.8%πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. 9 Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, § συζητουντες ¦ συνζητουντες TH WHσυζητοῦντες τῷ Στεφάνῳ. 10 Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. 11 Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς * μωσην ¦ μωυσην ANT CTΜωσῆν καὶ τὸν Θεόν. 12  † συνεκινησαν ¦ συνεκεινησαν THΣυνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτόν, καὶ ἤγαγον εἰς τὸ συνέδριον, 13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ‡ ρηματα βλασφημα λαλων ¦ λαλων ρηματα CTῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ § αγιου ¦ αγιου τουτου ECM* NA TR WHἁγίου καὶ τοῦ νόμου· 14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν * μωσης ¦ μωυσης ANT CT TRΜωσῆς. 15 Καὶ ἀτενίσαντες εἰς αὐτὸν † απαντες ¦ παντες CTἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, ‡ ειδον ¦ ειδαν WHεἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.

*6:2 ειπον ¦ ειπαν CT

†6:3 ουν ¦ δε ECM NA SBL WH

‡6:3 αγιου ¦ — CT

§6:3 καταστησωμεν ¦ καταστησομεν ANT BYZ CT PCK TR

*6:4 προσκαρτερησομεν ¦ προσκαρτερησωμεν ECM*

†6:5 πληρης ¦ πληρη ANT BYZ PCK TR WH

‡6:8 πιστεως 78.4% ¦ χαριτος CT 19.8%

§6:9 συζητουντες ¦ συνζητουντες TH WH

*6:11 μωσην ¦ μωυσην ANT CT

†6:12 συνεκινησαν ¦ συνεκεινησαν TH

‡6:13 ρηματα βλασφημα λαλων ¦ λαλων ρηματα CT

§6:13 αγιου ¦ αγιου τουτου ECM* NA TR WH

*6:14 μωσης ¦ μωυσης ANT CT TR

†6:15 απαντες ¦ παντες CT

‡6:15 ειδον ¦ ειδαν WH