1Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν. 2Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; 3Καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτὸ ἵνα μή, ἐλθών, λύπην ἔχω ἀφ᾿ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.
About the first letter
4Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν, διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. 5Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους (ἵνα μὴ ἐπιβαρῶ) πάντας ὑμᾶς. 6Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, 7ὥστε, τοὐναντίον, μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. 8Διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην.
9Εἰς τοῦτο γὰρ καὶ ἔγραψα· ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10ᾯ δέ τι χαρίζεσθε, καὶ ἐγώ· καὶ γὰρ ἐγώ, εἴ τι κεχάρισμαι ᾧ, κεχάρισμαι δι᾿ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, 11ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
An afterthought
12Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, 13οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου· ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.
We have a glorious ministry
A fragrance of life
14Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾿ ἡμῶν ἐν παντὶ τόπῳ. 15Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ, ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις— 16οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν—καὶ πρὸς ταῦτα τίς ἱκανός; 17Οὐ γάρ ἐσμεν ὡς οἱ λοιποί, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· ἀλλ᾿ ὡς ἐξ εἱλικρινείας, ἀλλ᾿ ὡς ἐκ Θεοῦ κατενώπιον τοῦ Θεοῦ, ἐν Χριστῷ λαλοῦμεν.

Notes


*2:1 δε f35 ℵA,C [98%] RP,HF,OC,TR,CP ¦ γαρ 𝕻46B [2%] NU

2:1 εν λυπη προς υμας ελθειν f35 ℵA,B,C [95%] RP,HF,CP,NU ¦ ~ 51234 [3.5%] TR ¦ ~ 12534 𝕻46v [1.5%] OC

2:2 εστιν f35 [99%] RP,HF,OC,TR,CP ¦ — ℵA,B,C [1%] NU

§2:3 υμιν f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU

*2:3 λυπην f35 𝕻46ℵA,B,C (90.2%) RP,HF,OC,TR,NU ¦ 1 επι 1 (5.5%) ¦ 1 επι λυπη (3.8%) CP? ¦ λψπη (0.5%)

2:3 εχω f35 C [95%] RP,HF,OC,TR ¦ σχω 𝕻46ℵA,B [5%] CP,NU

2:5 αλλα rell ¦ αλλ [15%] TR

§2:10 και εγω f35 C [95%] RP,HF,OC,TR,CP ¦ καγω 𝕻46ℵA,B [5%] NU

*2:10 ει τι κεχαρισμαι ω f35 (83.7%) RP,HF,OC,TR,CP ¦ 123 (9.8%) [this variant also omits the following κεχαρισμαι] ¦ ~ 4312 (1.5%) ¦ ~ ο 312 𝕻46ℵB (1.5%) NU ¦ ~ ο και χορισμαι 12 A,C (1.2%) ¦ 12 και χαρισμαι 4 (0.8%) ¦ three other variants (1.5%)

2:13 τω rell ¦ το [11%] ¦ του ℵ [1%]

2:16 οσμη f35 [97%] RP,HF,OC,TR,CP ¦ 1 εκ 𝕻46ℵA,B,C [3%] NU (Twice.)

§2:17 λοιποι f35 𝕻46 (53.5%) RP,HF,OC,CP ¦ πολλοι ℵA,B,C (46.2%) TR,NU ¦ conflation (0.3%)

*2:17 εἱλικρινειας f35 [25%] ¦ εἰλικρινειας (B) [58%] RP,HF,OC,TR,CP,NU ¦ ειλικρινιας C [15.5%] ¦ ιλικρινιας (𝕻46)ℵA [1.5%]

2:17 κατενωπιον του f35 (89.6%) RP,HF,OC,TR,CP ¦ 1 (4.7%) ¦ κατεναντι 𝕻46ℵA,B,C (3.4%) NU ¦ κατεναντι 2 (2%) ¦ conflation (0.3%)