Jesus is back in Galilee
1Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας, τῆς Τιβεριάδος. 2Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, ὅτι ἑώρων αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. 3Ἀνῆλθεν δὲ εἰς τὸ ὄρος ὁ Ἰησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. 4(Ἦν δὲ ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.)
Food for 15,000
5Ἐπάρας οὖν ὁ Ἰησοῦς τοὺς ὀφθαλμούς, καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸς τὸν Φίλιππον, «Πόθεν ἀγοράσομεν ἄρτους ἵνα φάγωσιν οὗτοι;» 6Τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἤμελλεν ποιεῖν. 7Ἀπεκρίθη αὐτῷ Φίλιππος, «Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ.» 8Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας, ὁ ἀδελφὸς Σίμωνος Πέτρου, 9«Ἔστιν παιδάριον ἓν ὧδε ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια, ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;»
10Εἶπεν δὲ ὁ Ἰησοῦς, «Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν.» Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ· ἀνέπεσον οὖν οἱ ἄνδρες, τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι. 11Ἔλαβεν δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας διέδωκεν τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων, ὅσον ἤθελον. 12Ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ, «Συναγάγετε τὰ περισσεύσαντα τῶν κλασμάτων, ἵνα μή τι ἀπόληται.» 13Συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσεν τοῖς βεβρωκόσιν.
14Οἱ οὖν ἄνθρωποι, ἰδόντες ὃ ἐποίησεν σημεῖον ὁ Ἰησοῦς, ἔλεγον ὅτι «Οὗτός ἐστιν ἀληθῶς ὁ Προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.» 15Ἰησοῦς οὖν, γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.
Jesus walks on water
16Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, 17καὶ ἐμβάντες εἰς τὸ πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς. 18Ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο. 19Ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. 20Ὁ δὲ λέγει αὐτοῖς, «Ἐγώ εἰμι· μὴ φοβεῖσθε.» 21Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
22Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης, ἰδὼν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν, ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοιάριον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον— 23ἄλλα δὲ ἦλθεν πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ Κυρίου— 24ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοῖα καὶ ἦλθον εἰς Καπερναούμ, ζητοῦντες τὸν Ἰησοῦν. 25Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης, εἶπον αὐτῷ, «Ῥαββί, πότε ὧδε γέγονας;»
The Bread of Life
26Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾿ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. 27Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός.» 28Εἶπον οὖν πρὸς αὐτόν, «Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ;» 29Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, «Τοῦτό ἐστιν τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.» 30Εἶπον οὖν αὐτῷ· «Τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ; 31Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· ‹Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.› »
32Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾿ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. 33Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» 34Εἶπον οὖν πρὸς αὐτόν, «Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.» 35Εἶπεν δὲ αὐτοῖς ὁ Ἰησοῦς· «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε. 36Ἀλλ᾿ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετε. 37Πᾶν ὃ δίδωσίν μοι ὁ Πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. 38Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. 39Τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με Πατρός, ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 40Τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.»
41Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν, «Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ.» 42Καὶ ἔλεγον· «Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει οὗτος ὅτι ‹Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;› »
43Ἀπεκρίθη οὖν Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· «Μὴ γογγύζετε μετ᾿ ἀλλήλων. 44Οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 45Ἔστιν γεγραμμένον ἐν τοῖς Προφήταις, ‹Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.› Πᾶς οὖν ὁ ἀκούων παρὰ τοῦ Πατρὸς καὶ μαθὼν ἔρχεται πρός με. 46(Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ—οὗτος ἑώρακεν τὸν Πατέρα.) 47Ἀμήν, ἀμὴν λέγω ὑμῖν· ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον.
48»Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. 49Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθανον. 50Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. 51Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καί, ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.»
Chew flesh, drink blood
52Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες, «Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν;» 53Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. 54Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55Ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστιν πόσις. 56Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. 57Καθὼς ἀπέστειλέν με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι᾿ ἐμέ. 58Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς—οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων μου τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα.» 59Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ.
Jesus loses many followers
60Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον· «Σκληρός ἐστιν οὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν;» 61Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· «Τοῦτο ὑμᾶς σκανδαλίζει; 62Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; 63Τὸ Πνεῦμά ἐστιν τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν πνεῦμά ἐστιν, καὶ ζωή ἐστιν. 64Ἀλλ᾿ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν.» (ᾜδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.) 65Καὶ ἔλεγεν, «Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου.»
66Ἐκ τούτου πολλοὶ ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾿ αὐτοῦ περιεπάτουν. 67Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα, «Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;» 68Ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος· «Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις. 69Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» 70Ἀπεκρίθη αὐτοῖς· «Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; Καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν.» 71Ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτην, οὗτος γὰρ ἔμελλεν αὐτὸν παραδιδόναι, εἷς ὢν ἐκ τῶν δώδεκα.

Notes


*6:2 και ηκολουθει f35 A [97%] CP,HF,RP,OC,TR ¦ ~ 2 δε 𝕻66,75vℵB,D,N,W [3%] NU

6:2 εωρων f35 𝕻66ℵ (94%) CP,HF,RP,OC,TR ¦ εωρουν (1.5%) ¦ εθεωρουν B,D,N (2.6%) NU ¦ εθεωρων 𝕻75A (0.5%) ¦ εωρακεν (1.1%) ¦ θεωρουντες W (0.1%) ¦ three other variants (0.2%)

6:2 αυτου f35 N [80%] CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵA,B,D,W [20%] NU

§6:3 ο f35 A,N [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵB,D,W [1%] NU

*6:5 ο ιησους τους οφθαλμους f35 [90%] CP,HF,RP,OC,TR ¦ ~ 3412 𝕻66A,B,D,N,W [9%] NU ¦ ~ 342 ℵ ¦ 34 [1%]

6:5 τον f35 A [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵB,D,N,W [1%] NU

6:5 αγορασομεν f35 [60%] CP,HF,RP,TR ¦ αγορασωμεν 𝕻66ℵA,B,D,N,W [40%] OC,NU

§6:6 ημελλεν f35 𝕻66D [50%] CP ¦ εμελλεν 𝕻75ℵA,B,N,W [50%] HF,RP,OC,TR,NU

*6:7 αυτω f35 𝕻75A,B,D [99.5%] CP,HF,RP,OC,TR ¦ 1 ο 𝕻66ℵN,W [0.5%] [NU]

6:7 αυτων f35 D [97%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵA,B,N,W [3%] NU

6:7 τι f35 𝕻66ℵA,N,W [99.7%] CP,HF,RP,OC,TR[NU] ¦ — 𝕻75B,D [0.3%]

§6:8 ο rell ¦ — [1%] CP

*6:9 εν f35 A [97%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,D,N,W [3%] NU

6:9 ὧδε rell ¦ ὦδε f35 (I include this information for the record and so as not to lose sight of it, but since there is apparently no difference in meaning, I stay with the conventional pointing. However, in most manuscripts the difference between ὧδε and ᾧ δε is not clear, and the expedient adopted by f35 removes the ambiguity. A similar statement obtains wherever the word occurs.)

6:9 ο f35 ℵN [97%] CP,HF,RP,TR ¦ ος 𝕻66A,B,D,W [3%] OC,NU ¦ two other readings

§6:10 δε f35 A,N,W [99%] CP,HF,RP,OC,TR ¦ ουν 𝕻66D [0.5%] ¦ — 𝕻75vℵB [0.5%] NU

*6:10 ανεπεσον f35 [70%] CP,HF,RP,OC,TR ¦ ανεπεσαν 𝕻66ℵA,B,D,N,W [30%] NU

6:10 ουν rell ¦ — [30%]

6:10 οι ανδρες f35 ℵB (83.5%) CP,HF,RP,OC,TR,NU ¦ 2 𝕻66,75D,W (8.1%) ¦ 1 ανθρωποι 2 A (8.1%) ¦ 1 ανθρωποι (0.3%) ¦ ~ τον αριθμον 2 N

§6:10 ωσει f35 𝕻66A [99%] CP,HF,RP,OC,TR ¦ ως 𝕻75ℵB,D,N,W [1%] NU

*6:11 δε f35 ℵN [97%] CP,HF,RP,OC,TR ¦ ουν 𝕻28,66A,B,D,W [1%] NU ¦ ~ και [2%]

6:11 διεδωκεν f35 𝕻75A,B,W (83.4%) CP,HF,RP,OC,TR,NU ¦ δεδωκεν (7.2%) ¦ εδωκεν 𝕻28,66(ℵD)N (8.9%) ¦ διαδεδωκε (0.3%) ¦ three other variants (0.2%)

6:11 τοις μαθηταις οι δε μαθηται f35 D [97%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75vℵA,B,N,W [3%] NU [an easy case of homoioarcton]

§6:12 των κλασματων f35 N [25%] ¦ κλασματα 𝕻75ℵA,B [75%] CP,HF,RP,OC,TR,NU

*6:13 επερισσευσεν f35 ℵA [99.5%] CP,HF,RP,OC,TR ¦ επερισσευσαν 𝕻75B,D,W [0.5%] NU ¦ επεριεσευσεν N

6:14 ο εποιησεν σημειον ο ιησους f35 A(N) (89.4%) CP,HF,RP,OC,TR ¦ ~ 13245 (1.6%) ¦ ~ 12453 (1%) ¦ ~ 31245 (0.8%) ¦ ~ το 31245 (5.7%) ¦ 1245 (0.3%) ¦ α 2 σημεια 45 (0.3%) ¦ 123 ℵD,W (0.5%) NU ¦ α 2 σημεια 𝕻75B (0.3%) ¦ two other variants (0.1%)

6:15 αυτον f35 D(N) [97%] CP,HF,RP,OC,TR ¦ — 𝕻75ℵA,B,W [3%] NU

§6:15 παλιν f35 𝕻75ℵA,B,D,N [50%] OC,TR,NU ¦ — W [50%] HF,RP ¦ ~ παλιν ανεχωρησεν CP

*6:17 το f35 A,D,N,W [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻75ℵB [1%] NU

6:17 καπερναουμ f35 A [99%] CP,HF,RP,OC,TR ¦ καφαρναουμ 𝕻75ℵB,D,N,W [1%] NU

6:17 ουκ f35 A [97%] CP,HF,RP,OC,TR ¦ ουπω 𝕻75ℵB,D,N,W [3%] NU

§6:18 διηγειρετο f35 ℵA,D,N,W [98%] CP,HF,RP,OC,TR ¦ διεγειρετο 𝕻28B [2%] NU

*6:21 το πλοιον εγενετο f35 ℵ(D) [95%] CP,HF,RP,OC,TR ¦ ~ 312 𝕻75A,B,N,W [5%] NU

6:22 ιδων f35 [98%] CP,HF,RP,OC,TR ¦ ειδον 𝕻75A,B [1%] NU ¦ ειδεν 𝕻28ℵD [0.5%] ¦ ιδον N,W [0.5%]

6:22 εκεινο εις ο ενεβησαν οι μαθηται αυτου f35 (77.2%) CP,HF,RP,OC,TR ¦ 234567 D (1.9%) ¦ 134567 (0.7%) ¦ 12 ον 4567 (2%) ¦ 123 ανεβησαν 567 (12.9%) ¦ 123456 του ιησου ℵ (0.9%) ¦ — 𝕻75A,B,N,W (4.2%) NU ¦ long omissions (0.2%) [homoioteleuton]

§6:22 πλοιαριον f35 [95%] CP,HF,RP,OC,TR ¦ πλοιον 𝕻75A,B,D,N,W [5%] NU ¦ πλοιαν ℵ

*6:23 δε f35 A(N)W (98.9%) CP,HF,RP,OC,TR ¦ — 𝕻75B(D) (0.7%) NU ¦ ουν ℵ (alone) ¦ two other readings (0.4%)

6:23 ηλθεν f35 𝕻75A,B,W (84.7%) CP,HF,RP,OC,TR,NU ¦ ηλθον N (13.8%) ¦ ην (0.4%) ¦ — (0.5%) ¦ ελθοντων D (alone) ¦ απελθοντων ℵ (alone) ¦ four other variants (0.5%)

6:23 πλοιαρια f35 A,N (98.5%) CP,HF,RP,OC,TR[NU] ¦ πλοια 𝕻75B,W (1.4%) ¦ πλοιων ℵ (alone) ¦ πλοιαρειων D (alone)

§6:24 ενεβησαν f35 A,B,N,W (79.5%) CP,HF,RP,OC,NU ¦ 1 και (4.9%) TR ¦ ανεβησαν 𝕻75ℵ (13.1%) ¦ ανεβησαν και (1.8%) ¦ ελαβον D (0.6%) (ℵ 4.3% omit αυτοι)

*6:24 τα πλοια f35 A [98%] CP,HF,RP,OC,TR ¦ 1 πλοιαρια 𝕻75B(D)N,W [2%] NU ¦ το πλοιον ℵ

6:26 ειδετε rell ¦ ιδετε A,N [25%] ¦ ειδατε D

6:28 ποιωμεν rell ¦ ποιουμεν [3%] some TRs ¦ ποιησωμεν W [1%] ¦ two other readings

§6:29 απεκριθη f35 𝕻75ℵW [70%] CP,HF,RP,OC ¦ 1 ο A,B,D,N [30%] TR[NU]

*6:29 πιστευσητε f35 [98.5%] CP,HF,RP,OC,TR ¦ πιστευητε 𝕻75A,B,N [1%] NU ¦ πιστευσηται D,W ¦ πιστευηται ℵ

6:30 συ rell ¦ — W [10%] ¦ σοι D

6:32 μωσης f35 A [50%] CP,RP,TR ¦ μωυσης 𝕻75ℵB,W [50%] HF,OC,NU

§6:35 δε f35 A [99%] CP,HF,RP,OC,TR ¦ — B,W [0.5%] NU ¦ ουν ℵD [0.5%]

*6:35 με f35 A,D,W [99.8%] CP,HF,RP,OC,TR ¦ εμε 𝕻75ℵB [0.2%] NU

6:35 διψηση f35 [95%] CP,HF,RP,OC,TR ¦ διψησει 𝕻66ℵA,B,W [5%] NU ¦ διψασει D

6:36 με f35 𝕻66B,D,W [99.9%] CP,HF,RP,OC,TR[NU] ¦ — ℵA [alone]

§6:37 με f35 A,B,D,W [97%] CP,HF,RP,OC,TR ¦ εμε 𝕻66,75ℵ [3%] NU

*6:37 εκβαλω rell ¦ εκβαλλω [2%] CP

6:38 εκ f35 ℵD [98%] CP,HF,RP,OC,TR ¦ απο 𝕻66A,B,W [2%] NU

6:39 πατρος f35 [98%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75(ℵ)A,B(C)D,W [2%] NU

§6:39 αλλα rell ¦ αλλ D [10%] CP

*6:39 αυτο f35 𝕻66,75ℵA,B,C,D [50%] CP,RP,OC,TR,NU ¦ αυτον N,W [50%] HF

6:39 εν f35 ℵA,D,N [60%] CP,OC,TR[NU] ¦ — 𝕻66,75B,C,W [40%] HF,RP

6:40 δε f35 [85%] CP,HF,RP,OC,TR ¦ γαρ ℵA,B,C,D,N,W [13%] NU ¦ — 𝕻(66)75 [2%]

§6:40 πεμψαντος με f35 A [90%] CP,HF,RP,OC,TR ¦ πατρος μου 𝕻66,75ℵB,C,D,N,W [6%] NU ¦ — [2%] ¦ 12 πατρος [2%]

*6:40 εγω f35 𝕻75B,C,W [80%] CP,HF,RP,OC,TR ¦ 1 εν ℵN [18%] [NU] ¦ εν 𝕻66A,D [1%] ¦ — [1%]

6:42 ουν f35 𝕻66ℵA,D,N (98.9%) CP,HF,RP,OC,TR ¦ νυν 𝕻75B,C,T,W (0.6%) NU ¦ — (0.3%) ¦ three other variants (0.2%)

6:42 λεγει ουτος f35 A(W) (93.1%) CP,HF,RP,OC,TR ¦ 1 ουτως (0.9%) ¦ 1 αυτος (0.8%) ¦ ~ 21 ℵN (0.4%) ¦ 1 𝕻66,75B,C,T (4.8%) NU ¦ 1 εαυτον D (alone)

§6:43 ουν f35 ℵA,D,N,W [97%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75B,C [3%] NU

*6:43 ο f35 𝕻66A,C,D,N,W [98%] CP,HF,RP,OC,TR ¦ — 𝕻75ℵB [2%] NU

6:44 και εγω f35 A [97%] CP,HF,RP,OC,TR ¦ καγω 𝕻66,75ℵB,C,D,N(W) [3%] NU

6:44 εν f35 𝕻66A,B,C,D,N,W [90%] HF,RP,NU ¦ — 𝕻75ℵ [10%] CP,OC,TR

§6:45 διδακτοι rell ¦ 1 του [10%] TR

*6:45 ουν f35 A [98%] CP,HF,RP,TR ¦ — 𝕻66,75ℵB,C,D,N,W [2%] OC,NU

6:45 ακουων f35 D [85%] CP,HF,RP,OC ¦ ακουσας 𝕻66,75ℵA,B,C,N,W [15%] TR,NU

6:45 με f35 𝕻66A,C,D,N,W [99.5%] CP,HF,RP,OC,TR ¦ εμε 𝕻75ℵB [0.5%] NU

§6:46 τις εωρακεν f35 A [99%] CP,HF,RP,OC,TR ¦ ~ 21 𝕻66ℵ(B)C,D(N)(W) [1%] NU

*6:47 εις εμε f35 A,C,D,N (99.5%) CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵB,T,W (0.5%) NU

6:49 το μαννα εν τη ερημω f35 𝕻66ℵA [99.5%] CP,HF,RP,OC,TR ¦ ~ 34512 B,C,D,W [0.5%] NU

6:51 ζησεται f35 𝕻66B,C [99%] CP,HF,RP,OC,TR ¦ ζησει ℵD,W [1%] NU

§6:51 η σαρξ μου εστιν ην εγω δωσω υπερ της του κοσμου ζωης f35 [99%] CP,HF,RP,OC,TR ¦ 1-4,8-12 𝕻66,75vB,C,D,W [1%] NU ¦ ~ 8-12,1-4 ℵ

*6:52 προς αλληλους οι ιουδαιοι rell ¦ ~ 3412 C,D [3%] CP

6:52 σαρκα f35 ℵC,D,W [99.7%] CP,HF,RP,OC,TR ¦ 1 αυτου 𝕻66B [0.3%] [NU]

6:54 και εγω f35 [95%] CP,HF,RP,OC,TR ¦ καγω 𝕻66,75ℵA,B,C,D,W [5%] NU

§6:54 αυτον f35 𝕻66,75ℵA,B,D,W [75%] CP,HF,RP,TR,NU ¦ 1 εν C [25%] OC

*6:55 αληθως f35 𝕻66(ℵ)(D) (74.3%) CP,HF,RP,OC,TR ¦ αληθης 𝕻75B,C,T,W (24.5%) NU ¦ long omissions (1.2%) [homoioteleuton]

6:55 αληθως f35 𝕻66 (74.7%) CP,HF,RP,OC,TR ¦ αληθης 𝕻75B,C,T,W (22.9%) NU ¦ — (ℵ)(D) (1.2%) ¦ long omissions (1.2%) [homoioteleuton]

6:57 ζησεται f35 𝕻66 W [90%] CP,HF,RP,OC,TR ¦ ζησει 𝕻75ℵB,N [10%] NU ¦ ζη C,D

§6:58 εκ του f35 𝕻66ℵD,N,W (99.6%) CP,HF,RP,OC,TR ¦ εξ 𝕻75B,C,T (0.4%) NU

*6:58 υμων f35 ℵD,N (94%) CP,HF,RP,OC,TR ¦ ημων (5.4%) ¦ — 𝕻66,75B,C,T,W (0.6%) NU

6:58 το μαννα f35 N (92.3%) CP,HF,RP,OC,TR ¦ 12 εν τη ερημω (6.7%) ¦ — 𝕻66,75ℵB,C,D,T,W (1%) NU

6:58 μου f35 [30%] CP ¦ — 𝕻66,75ℵA,B,C,D,N,W [70%] HF,RP,OC,TR,NU

§6:58 ζησεται f35 𝕻66 D [85%] CP,HF,RP,OC,TR ¦ ζησει 𝕻75ℵB,C,N [15%] NU ¦ ζηση (W)

*6:59 καπερναουμ f35 N [99%] CP,HF,RP,OC,TR ¦ καφαρναουμ 𝕻66,75ℵA,B,C(D)W [1%] NU

6:60 ειπον rell ¦ ειπαν (D) NU

6:60 ουτος ο λογος f35 𝕻75 [95%] CP,HF,RP,OC,TR ¦ ~ 231 𝕻66ℵB,C,D,N,W [5%] NU

§6:62 θεωρητε rell ¦ θεωρειτε [30%] ¦ θεωρησηται 𝕻66 ¦ ειδηται W ¦ θεωρηται N

*6:63 λαλω f35 [90%] CP,HF,RP,OC,TR ¦ λελαληκα ℵB,C,D,N,W [10%] NU

6:65 μου f35 N [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵB,C,D,W [1%] NU

6:66 απηλθον των μαθητων αυτου f35 [90%] CP,HF,RP,TR ¦ 1 εκ 234 OC [4%] ¦ ~ 2341 C,D,N,W [5%] ¦ ~ 231 ℵ ¦ ~ εκ 2341 𝕻66B,T [1%] [NU] (According to TuT 4.6% have εκ, 95.4% do not, but the order of the surrounding words is not given.)

§6:68 ουν f35 [90%] CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵB,C,N,W [10%] NU ¦ δε D

*6:69 ο χριστος ο υιος f35 N (99.5%) CP,HF,RP,OC,TR ¦ 123 αγιος 𝕻66 ¦ 3 αγιος 𝕻75vℵB,C,D,W (0.5%) NU

6:69 του θεου του ζωντος f35 N (97.7%) CP,HF,RP,OC,TR ¦ 12 𝕻66,75ℵB,C,D,W (1.8%) NU ¦ 34 (0.5%)

6:70 αυτοις f35 [70%] CP,HF ¦ 1 ο ιησους 𝕻75B,C,N [30%] RP,OC,TR,NU ¦ 1 ιησους 𝕻66 ¦ ιησους και ειπεν 1 ℵ ¦ ο ιησους λεγων D

§6:71 ισκαριωτην f35 N (96.3%) CP,HF,RP,OC,TR ¦ ισκαριωτου 𝕻66,75B,C,W (2.8%) NU ¦ απο καρυωτου ℵ (0.6%) ¦ ισκαριωτ (0.2%) ¦ σκαριωθ D

*6:71 εμελλεν αυτον παραδιδοναι f35 (ℵ) (80.2%) CP,HF,RP,OC ¦ ημελλεν 23 𝕻66 (14.8%) TR ¦ ~ 132 𝕻75B,C,N,W (3%) NU ¦ ~ 213 (0.7%) ¦ ~ ημελλεν 32 D (0.7%) ¦ ~ 2 ημελλεν 3 (0.4%) ¦ two other variants (0.2%)

6:71 ων f35 𝕻66ℵN,W [99.5%] CP,HF,RP,OC,TR ¦ — B,C,D [0.5%] NU