Soldiers mock Jesus
1Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν. 2Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ· καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτὸν 3καὶ ἔλεγον, «Χαῖρε, ὁ Βασιλεὺς τῶν Ἰουδαίων.» Καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα.
“Behold the Man!”
4Ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς, «Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.» 5Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον· καὶ λέγει αὐτοῖς, «Ἴδε, ὁ ἄνθρωπος.» 6Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, «Σταύρωσον, σταύρωσον αὐτόν.» Λέγει αὐτοῖς ὁ Πιλᾶτος, «Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.» 7Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, «Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Υἱὸν Θεοῦ ἐποίησεν.»
Pilate and Jesus again
8Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, 9καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ, «Πόθεν εἶ σύ;» Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 10Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· «Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;» 11Ἀπεκρίθη Ἰησοῦς· «Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾿ ἐμοῦ εἰ μὴ ἦν σοι δεδομένον Ἄνωθεν. Διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.»
The Jews best Pilate
12Ἐκ τούτου ἐζήτει ὁ Πιλᾶτος ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ἔκραζον λέγοντες· «Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.» 13Ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαβαθᾶ 14(ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα· ὥρα ἦν ὡσεὶ ἕκτη), καὶ λέγει τοῖς Ἰουδαίοις, «Ἴδε, ὁ Βασιλεὺς ὑμῶν.» 15Οἱ δὲ ἐκραύγασαν, «Ἆρον, ἆρον, σταύρωσον αὐτόν.» Λέγει αὐτοῖς ὁ Πιλᾶτος, «Τὸν Βασιλέα ὑμῶν σταυρώσω;» Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, «Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.» 16Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.
Jesus is crucified
Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἤγαγον. 17Καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον, ὃς λέγεται Ἑβραϊστί, Γολγοθᾶ, 18ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾿ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19Ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ. Ἦν δὲ γεγραμμένον·
ΙΗΣΟΥΣ Ὁ ΝΑΖΩΡΑΙΟΣ Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ
20Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί. 21Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, «Μὴ γράφε, ‹Ὁ Βασιλεὺς τῶν Ἰουδαίων,› ἀλλ᾿ ὅτι ἐκεῖνος εἶπεν, ‹Βασιλεύς εἰμι τῶν Ἰουδαίων.› » 22Ἀπεκρίθη ὁ Πιλᾶτος, «Ὃ γέγραφα, γέγραφα.»
Psalm 22:18 is fulfilled
23Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾿ ὅλου. 24Εἶπον οὖν πρὸς ἀλλήλους, «Μὴ σχίσωμεν αὐτὸν ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται,» ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ λέγουσα· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.
Jesus provides for His mother
25Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή. 26Ἰησοῦς οὖν, ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ, «Γύναι, ἴδε ὁ υἱός σου.» 27Εἶτα λέγει τῷ μαθητῇ, «Ἰδοὺ ἡ μήτηρ σου.» Καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
The shout of victory
28Μετὰ τοῦτο, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ Γραφή, λέγει, «Διψῶ.» 29Σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι. 30Ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς, εἶπεν, «Τετέλεσται.» Καὶ κλίνας τὴν κεφαλήν, παρέδωκεν τὸ πνεῦμα.
A soldier spears His side
31Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν (ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου), ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. 32Ἦλθον οὖν οἱ στρατιῶται καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ. 33Ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη. 34Ἀλλ᾿ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ. 35Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ ἐστιν ἡ μαρτυρία αὐτοῦ, (κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει), ἵνα ὑμεῖς πιστεύσητε. 36Ἐγένετο γὰρ ταῦτα ἵνα ἡ Γραφὴ πληρωθῇ, «Ὀστοῦν οὐ συντριβήσεται ἀπ᾿ αὐτοῦ.» 37Καὶ πάλιν ἑτέρα Γραφὴ λέγει· «Ὄψονται εἰς ὃν ἐξεκέντησαν.»
Jesus' body is buried
38Μετὰ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσήφ, ὁ ἀπὸ Ἀριμαθαίας (ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων), ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. Ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα τοῦ Ἰησοῦ. 39Ἦλθεν δὲ καὶ Νικόδημος (ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον), φέρων μῖγμα σμύρνης καὶ ἀλόης, ὡς λίτρας ἑκατόν. 40Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ἐν ὀθονίοις, μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. 41Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη. 42Ἐκεῖ οὖν, διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.

Notes


*19:2 αυτον f35 A [80%] CP,HF,RP,OC,TR ¦ αυτω [10%] ¦ 1 και ηρχοντο προς 1 𝕻66,90ℵB,N,W [10%] NU

19:3 εδιδουν f35 A [98%] CP,HF,RP,OC,TR ¦ εδιδοσαν 𝕻66ℵB,N,W [2%] NU

19:4 εξηλθεν ουν f35 N,W [96%] CP,HF,RP,OC,TR ¦ ~ και 1 A,B [2%] NU ¦ 1 ℵ [2%]

§19:4 εν αυτω ουδεμιαν αιτιαν ευρισκω f35 N [96.5%] CP,HF,RP,OC,TR ¦ ~ 34512 B [1%] NU ¦ ~ 31245 A ¦ ~ 412 ουχ 5 𝕻66vW ¦ 4 ουχ 5 ℵ ¦ at least five further variants [2%]

*19:5 ιδε f35 A,N [98%] CP,HF,RP,OC,TR ¦ ιδου ℵB,W [2%] NU ¦ — (𝕻66)

19:6 αυτον f35 ℵA,N [90%] CP,HF,RP,OC ¦ — (𝕻66)B,W [10%] TR,NU

19:7 ημων f35 A [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵB(N)W [1%] NU

§19:7 εαυτον υιον θεου f35 A,N [72%] CP,RP ¦ ~ 132 [20%] HF,OC ¦ ~ 231 𝕻66ℵB [3%] NU ¦ 12 του 3 [5%] TR ¦ ~ 2 του 31 W

*19:10 σταυρωσαι σε και εξουσιαν εχω απολυσαι f35 W [99.5%] CP,HF,RP,OC,TR ¦ ~ 623451 ℵA,B(N) [0.5%] NU

19:11 απεκριθη f35 A,N [98%] CP,HF,RP,OC,TR ¦ 1 αυτω ℵB,W [2%] [NU]

19:11 ιησους f35 B [90%] CP,HF,RP,OC,NU ¦ ο 1 ℵA,N,W [10%] TR

§19:11 ουδεμιαν κατ εμου f35 A,N [96%] CP,HF,RP,OC,TR ¦ ~ 231 𝕻66vℵB,W [4%] NU

*19:11 σοι δεδομενον f35 A,N [99.5%] CP,HF,RP,OC,TR ¦ ~ 21 𝕻66ℵB,W [0.5%] NU

19:11 παραδιδους f35 A,N,W [99.5%] CP,HF,RP,OC,TR ¦ παραδους ℵB [0.5%] NU

19:12 εζητει ο πιλατος f35 (A)N [98%] CP,HF,RP,OC,TR ¦ ~ 231 𝕻66vℵ(B,W) [2%] NU

§19:12 εκραζον f35 [89%] CP,HF,RP,OC,TR ¦ εκραυγαζον A,N,W [10%] ¦ εκραυγασαν 𝕻66vB [1%] NU ¦ ελεγον (ℵ)

*19:12 εαυτον rell ¦ αυτον [5%] TR

19:13 τουτον τον λογον f35 N [50%] CP,HF,RP,OC,TR ¦ τουτων των λογων [47%] ¦ των λογων τουτων ℵA,B,W [2%] NU ¦ ~ 231 [1%]

19:13 του f35 W [97%] CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵA,B,N [3%] NU

§19:13 γαβαθα f35 [50%] CP ¦ γαββαθα A,B,N,W [49%] HF,RP,OC,TR,NU ¦ γολγοθα ℵ ¦ καπφαθα [1%]

*19:14 ην f35 ℵA,B,N,W [40%] NU ¦ δε [60%] CP,HF,RP,OC,TR ¦ — 𝕻66

19:14 ωσει f35 N [60%] CP,HF,RP,OC,TR ¦ ως ℵA,B,W [40%] NU ¦ — 𝕻66

19:15 οι δε εκραυγασαν f35 [98%] CP,HF,RP,OC,TR ¦ 12 εκραυγασον A ¦ 12 εκραυγαζον [1%] ¦ 12 εκραυγαζον λεγοντες N ¦ 12 ελεγον 𝕻66vℵW [0.5%] ¦ 3 ουν εκεινοι B [0.5%] NU

§19:16 παρελαβον δε f35 A [96%] CP,HF,RP,OC,TR ¦ 1 ουν B [0.5%] NU ¦ ~ οι 2 λαβοντες ℵ ¦ ~ οι 2 παραλαβοντες N,W [3%] ¦ two other variants

*19:16 και ηγαγον f35 [91.5%] CP,HF,RP,OC ¦ 1 απηγαγον A [5%] TR ¦ — B [0.5%] NU ¦ απηγαγον (ℵ)N,W [2%] ¦ 1 επεθηκαν [1%]

19:17 τον σταυρον αυτου f35 [96%] CP,HF,RP,OC,TR ¦ 12 εαυτου A,N [1.5%] ¦ ~ αυτω 12 B [0.5%] ¦ ~ εαυτω 12 ℵW [1%] NU ¦ one other variant [1%] ¦ — 𝕻66 has a long omission

19:17 τον f35 ℵA,B,N,W [50%] CP,OC,TR,NU ¦ τοπον 𝕻66 [50%] HF,RP

§19:17 ος f35 N [99%] CP,HF,RP,OC,TR ¦ ο 𝕻66ℵA,B,W [1%] NU

*19:20 ο τοπος της πολεως f35 𝕻66A,B,N [90%] CP,HF,RP,NU ¦ ~ 3412 W [10%] OC,TR ¦ ℵ omits verses 20-21

19:20 ελληνιστι ρωμαιστι f35 A [98.5%] CP,HF,RP,OC,TR ¦ ~ 21 B,N [0.5%] NU ¦ ~ 2 εβραειστι W ¦ omit whole clause [1%]

19:23 αρραφος f35 B [40%] CP,OC,TR,NU ¦ αραφος ℵA,N,W [60%] HF,RP

§19:24 ειπον f35 A,B,N [99%] CP,HF,RP,OC,TR ¦ ειπαν ℵW [0.5%] NU ¦ ειπεν [0.5%]

*19:24 η λεγουσα f35 A,N,W [99.8%] CP,HF,RP,OC,TR[NU] ¦ — ℵB

19:26 αυτου f35 A,N [98.5%] CP,HF,RP,OC,TR ¦ — ℵB,W [1.5%] NU

19:26 ιδε f35 B,N [60%] CP,HF,OC,NU ¦ ιδου ℵA,W [40%] RP,TR

§19:27 ιδου f35 A [98%] CP,HF,RP,OC,TR ¦ ιδε ℵB,N,W [2%] NU

*19:27 ο μαθητης αυτην f35 𝕻66vA,B,N [90%] HF,RP,OC,NU ¦ ~ 312 ℵW [8%] TR ¦ ~ 312 εκεινος [2%] CP

19:28 ειδως ο ιησους f35 ℵA,W [70%] CP,OC,TR,NU ¦ ιδως 23 N ¦ ιδων 23 [30%] HF,RP ¦ ~ 31 B

19:28 ηδη παντα f35 𝕻66A,B [30%] NU ¦ ~ 21 ℵN [60%] CP,HF,RP,OC,TR ¦ 2 W [10%]

§19:29 ουν f35 N [99%] CP,HF,RP,OC,TR ¦ δε ℵ ¦ — A,B,W [1%] NU

*19:29 οι δε πλησαντες σπογγον οξους και f35 A,N [99%] CP,HF,RP,OC,TR ¦ 4 ουν μεστον του (−τ. ℵ) 5 𝕻66v(ℵ)B,W [1%] NU

19:30 ο ιησους f35 A,N [99.8%] CP,HF,RP,OC,TR[NU] ¦ 2 B,W ¦ — ℵ

19:31 ινα μη μεινη επι του σταυρου τα σωματα εν τω σαββατω επει παρασκευη ην f35 A,N [97%] CP,HF,RP,OC,TR ¦ ~ 12-14,1-11 𝕻66ℵB,W [3%] NU

§19:31 η rell ¦ — ℵA,W [20%]

*19:31 εκεινου rell ¦ εκεινη B [20%] CP,some TRs

19:33 αυτον ηδη f35 ℵA,N [99.5%] CP,HF,RP,OC,TR ¦ ~ 21 𝕻66B,W [0.5%] NU

19:34 ευθεως εξηλθεν f35 [90%] CP,HF,RP,OC ¦ ευθυς 2 A [9%] TR ¦ ~ 2 ευθυς 𝕻66ℵB,N,W [1%] NU

§19:35 εστιν η μαρτυρια αυτου f35 [30%] CP ¦ ~ 1423 𝕻66vN [65%] HF,RP ¦ ~ 4123 ℵA,B,W [5%] OC,TR,NU

*19:35 κακεινος f35 ℵA(N) [99%] CP,HF,RP,OC,TR ¦ και εκεινος B,W [1%] NU

19:35 ινα f35 [80%] CP,HF,RP,TR ¦ 1 και 𝕻66ℵA,B,N,W [20%] OC,NU (OC has small print.)

19:35 πιστευσητε f35 A,N [99%] CP,HF,RP,OC,TR[NU] ¦ πιστευητε ℵB [0.5%] ¦ πιστευσηται W [0.5%]

§19:36 απ f35 ℵ [60%] CP,RP ¦ — A,B,N,W [40%] HF,OC,TR,NU [The force of the preposition would be partitive.]

*19:38 μετα f35 [90%] CP,HF,RP ¦ 1 δε ℵA,B,N,W [10%] OC,TR,NU

19:38 πιλατον f35 ℵB,N,W [70%] CP,RP,OC,NU ¦ 1 ο A [30%] HF,TR

19:38 ο f35 ℵN,W [99%] CP,HF,RP,OC,TR[NU] ¦ — 𝕻66A,B [1%]

§19:38 το σωμα του ιησου f35 N [99%] CP,HF,RP,OC,TR ¦ 12 αυτου 𝕻66B [0.5%] NU ¦ αυτον ℵW ¦ — A [0.5%] omit a whole line [homoioteleuton]

*19:39 τον ιησουν f35 ℵN,W [99%] CP,HF,RP,OC,TR ¦ αυτον 𝕻66vA,B [1%] NU

19:39 ως f35 ℵB [80%] CP,HF,RP,OC,NU ¦ ωσει 𝕻66A,N,W [20%] TR

19:40 εν f35 A [90%] CP,HF,RP,OC ¦ — 𝕻66ℵB,N,W [10%] TR,NU

§19:41 ετεθη f35 A(N) [99.5%] CP,HF,RP,OC,TR ¦ ην τεθειμενος ℵB [0.5%] NU