Parable of a persistent widow
1Ἔλεγεν δὲ καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν, 2λέγων· «Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. 3Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτόν, λέγουσα, ‹Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.› 4Καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ, ‹Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, 5διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.› »
6Εἶπεν δὲ ὁ Κύριος· «Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει. 7Ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ᾿ αὐτοῖς; 8Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Πλὴν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐλθών, ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;»
Parable of a Pharisee and a publican
9Εἶπεν δὲ πρός τινας τοὺς πεποιθότας ἐφ᾿ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην· 10«Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. 11Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ‹Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων—ἅρπαγες, ἄδικοι, μοιχοί—ἢ καὶ ὡς οὗτος ὁ τελώνης. 12Νηστεύω δὶς τοῦ σαββάτου· ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.› 13Καὶ ὁ τελώνης, μακρόθεν ἑστώς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων, ‹Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.› 14Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.»
You enter the Kingdom like a child does
15Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταί, ἐπετίμησαν αὐτοῖς. 16Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν· «Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 17Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.»
An upright, rich ruler
18Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων, «Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» 19Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. 20Τὰς ἐντολὰς οἶδας· ‹Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.› » 21Ὁ δὲ εἶπεν, «Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.» 22Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ, «Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι.» 23Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο, ἦν γὰρ πλούσιος σφόδρα.
Riches tend to keep people out of the Kingdom
24Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπεν· «Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 25Εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.» 26Εἶπον δὲ οἱ ἀκούσαντες, «Καὶ τίς δύναται σωθῆναι;» 27Ὁ δὲ εἶπεν, «Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ ἐστιν παρὰ τῷ Θεῷ.»
28Εἶπεν δὲ Πέτρος, «Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.» 29Ὁ δὲ εἶπεν αὐτοῖς, «Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα, ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ, 30ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.»
Jesus declares His coming death and resurrection—third time
31Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· «Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ Υἱῷ τοῦ Ἀνθρώπου· 32Παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν, καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, 33καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν. Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.» 34Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾿ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
A blind man near Jericho
35Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχώ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 36Ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί εἴη τοῦτο. 37Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38Καὶ ἐβόησεν λέγων, «Ἰησοῦ, Υἱὲ Δαυίδ, ἐλέησόν με.» 39Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, «Υἱὲ Δαυίδ, ἐλέησόν με.» 40Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων, 41«Τί σοι θέλεις ποιήσω;» Ὁ δὲ εἶπεν, «Κύριε, ἵνα ἀναβλέψω.» 42Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· «Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.» 43Καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν. Καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.

Notes


*18:1 και f35 A,D,N,W [97%] CP,HF,RP,TR,OC ¦ — ℵB,Q [3%] NU

18:1 προσευχεσθαι f35 D [57%] CP,HF,RP,TR ¦ 1 αυτους ℵA,B,N,Q,W [43%] OC,NU

18:1 εκκακειν f35 W [88%] CP,HF,RP,TR,OC ¦ εγκακειν (ℵA,B,D,Q)N [12%] NU

§18:3 δε rell ¦ 1 τις N [16%]

*18:4 ηθελεν f35 ℵA,B,D,N,Q,W [47%] NU ¦ ηθελησεν [53%] CP,HF,RP,TR,OC

18:4 και ανθρωπον ουκ f35 A,D,N,Q,W [99%] CP,HF,RP,TR,OC ¦ ~ ουδε 2 ℵB [1%] NU

18:5 κοπον rell ¦ κοπους ℵN [13%]

§18:5 χηραν rell ¦ χηρα [17%]

*18:5 υπωπιαζη f35 ℵA,B,D,Q [45%] TR,NU ¦ υποπιαζη (N) [42%] CP,HF,RP,OC ¦ υποπιεζη [6.5%] ¦ υποπιαζει [6%] ¦ υποπταζη W ¦ one other variant

18:7 ποιηση f35 𝕻75ℵB,D,N,Q [63%] CP,HF,RP,OC,NU ¦ ποιησει A,W [37%] TR

18:7 προς αυτον f35 A,N,W [99%] CP,HF,RP,TR,OC ¦ αυτω 𝕻75ℵB,Q [1%] NU ¦ αυτων D

§18:7 μακροθυμων f35 N,W [94.5%] CP,HF,RP,TR,OC ¦ μακροθυμει ℵA,B(D)Q [5.5%] NU

*18:8 λεγω rell ¦ ναι 1 N [12%] CP

18:9 δε f35 A,W [86%] CP,HF,RP ¦ 1 και 𝕻75ℵB,D,N,Q [14%] TR,OC,NU

18:13 και ο f35 A,D,N,Q,W [95%] CP,HF,RP,TR,OC ¦ ~ 2 δε 𝕻75vℵB,T [5%] NU

§18:13 εις τον ουρανον επαραι f35 A,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ ~ 4123 ℵB,Q,T [1%] NU

*18:13 εις f35 A,N,W [95%] CP,HF,RP,TR,OC ¦ — ℵB,D,Q,T [5%] NU

18:14 η γαρ εκεινος f35 A,N,Q [98%] CP,HF,RP,OC ¦ 13 W [1%] TR ¦ παρ εκεινον ℵB,T [1%] NU ¦ D is wild

18:15 ιδοντες δε rell ¦ ~ και 1 [1.5%] OC

§18:15 μαθηται rell ¦ 1 αυτου [13%]

*18:15 επετιμησαν f35 (A)N,W [96%] CP,HF,RP,TR,OC ¦ επετιμων ℵ(B)(D)T [4%] NU

18:16 προσκαλεσαμενος αυτα ειπεν f35 A,N,W [97.5%] CP,HF,RP,TR,OC ¦ προσεκαλεσατο 2 λεγων ℵ [0.5%] NU ¦ προσεκαλειτο 2 λεγων D [2%] ¦ προσεκαλεσατο λεγων B

18:17 εαν f35 A,N [97%] CP,HF,RP,TR,OC ¦ αν ℵB,D,W [3%] NU

§18:20 σου f35 ℵN [80%] CP,HF,RP,TR,OC ¦ — A,B,D,W [20%] NU

*18:21 ταυτα παντα rell ¦ ~ 21 A,N [11%]

18:21 εφυλαξαμην f35 D,N,W [98%] CP,HF,RP,TR,OC ¦ εφυλαξα ℵA,B [2%] NU

18:21 μου f35 ℵA,N,W [99.8%] CP,HF,RP,TR,OC ¦ — B,D,NU

§18:22 ταυτα f35 A,N,W [98.5%] CP,HF,RP,TR,OC ¦ — ℵB,D [1.5%] NU

*18:22 διαδος rell ¦ δος ℵA,D,N [11%]

18:22 ουρανω f35 N,W [98.5%] CP,HF,RP,TR,OC ¦ ουρανοις ℵA [1%] ¦ τοις ουρανοις B,D[NU] ¦ two other variants

18:23 εγενετο f35 A,D,N,W [99.7%] CP,HF,RP,TR,OC ¦ εγενηθη ℵB [0.3%] NU

§18:24 περιλυπον γενομενον f35 A(D)N,W (98.9%) CP,HF,RP,TR,OC[NU] ¦ 1 (0.2%) ¦ — ℵ(B) (0.9%)

*18:24 εισελευσονται εις την βασιλειαν του θεου f35 A,N,W [88%] CP,HF,RP,TR,OC ¦ ~ 234561 ℵD [1%] ¦ ~ 23456 εισπορευονται B [0.2%] NU ¦ 1234 των ουρανων [11%]

18:25 τρυμαλιας ραφιδος f35 A,N,W [97.5%] CP,HF,RP,TR,OC ¦ 1 βελονης [1%] ¦ τρηματος βελονης ℵB,D,NU ¦ τρυπηματος βελονης [1%]

18:27 εστιν παρα τω θεω f35 A,N [92%] CP,HF,RP,TR ¦ ~ 2341 ℵB [6%] OC,NU ¦ 124 [2%] ¦ ~ 241 D,W

§18:28 δε f35 A,W [85%] CP,HF,RP ¦ 1 ο ℵB,D,N [15%] TR,OC,NU

*18:28 αφηκαμεν παντα και f35 ℵA,N,W [98%] CP,HF,RP,TR,OC ¦ αφεντες τα ιδια B [0.2%] NU ¦ τα ιδια αφεντες D ¦ αφεντες 2 τα ιδια [1%] ¦ 2 τα ιδια αφεντες [0.5%]

18:29 γονεις η αδελφους η γυναικα f35 A,N,W [97%] CP,HF,RP,TR,OC ¦ ~ 52341 ℵB [0.5%] NU ¦ 123 η αδελφας 45 D [2%] ¦ several other variants

18:30 ος ου f35 A,N,W [95.5%] CP,HF,RP,TR,OC ¦ 1 ουχι ℵB [1%] NU ¦ και 2 Q [1.5%] ¦ 1 [2%] ¦ εαν D

§18:30 απολαβη f35 ℵA,N,W [92%] CP,HF,RP,TR,OC[NU] ¦ λαβη B,D [8%]

*18:31 ιεροσολυμα f35 A,N,W [99%] CP,HF,RP,TR,OC ¦ ιερουσαλημ ℵB,D [1%] NU

18:31 τελεσθησεται rell ¦ τελειωθησεται [3%] OC

18:33 ημερα τη τριτη rell ¦ ~ 32 [20%]

§18:35 προσαιτων f35 A,W [99.5%] CP,HF,RP,TR,OC ¦ επαιτων ℵB(D)Q,T [0.5%] NU

*18:36 τι f35 ℵA,B,T,W [70%] CP,HF,RP,TR,OC,NU ¦ 1 αν D,Q [30%]

18:36 τουτο rell ¦ ταυτα [1%] OC

18:39 σιωπηση f35 ℵA,Q [95.5%] CP,HF,RP,TR,OC ¦ σιωπησει [2%] ¦ σιγηση (B,D,W)T [2.5%] NU

§18:40 λεγων f35 A,Q,W [98.5%] CP,HF,RP,TR,OC ¦ — ℵB,D,T [1.5%] NU