15
Crucifixion Day—Friday, 04/05/30 AD
1Καὶ εὐθέως ἐπὶ τὸ πρωΐ, συμβούλιον ποιήσαντες, οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ.
Jesus before Pilate
2Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος, «Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, «Σὺ λέγεις.» 3Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. 4Ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτησεν αὐτόν, λέγων· «Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε πόσα σου καταμαρτυροῦσιν.» 5Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.
Barabbas
6Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο. 7Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς, μετὰ τῶν συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. 8Καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς. 9Ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς, λέγων, «Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;» 10(Ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.) 11Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12Ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς, «Τί οὖν θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν Ἰουδαίων;» 13Οἱ δὲ πάλιν ἔκραξαν, «Σταύρωσον αὐτόν.» 14Ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς, «Τί γὰρ κακὸν ἐποίησεν;» Οἱ δὲ περισσοτέρως ἔκραξαν, «Σταύρωσον αὐτόν.» 15Ὁ δὲ Πιλᾶτος, βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν, φραγελλώσας, ἵνα σταυρωθῇ.
Soldiers have a little ‘fun’
16Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν Πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17Καὶ ἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, 18καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτὸν καὶ λέγειν, «Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων.» 19Καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια. Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
The Crucifixion
21Καὶ ἀγγαρεύουσιν παράγοντά τινα, Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾿ ἀγροῦ (τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου), ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστιν μεθερμηνευόμενον, ‹Κρανίου Τόπος.› 23Καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον, ὁ δὲ οὐκ ἔλαβεν. 24Καὶ σταυρώσαντες αὐτόν, διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾿ αὐτά, τίς τί ἄρῃ. 25Ἦν δὲ ὥρα τρίτῃ καὶ ἐσταύρωσαν αὐτόν. 26Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη·
Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ
27Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 28Καὶ ἐπληρώθη ἡ Γραφὴ ἡ λέγουσα, «Καὶ μετὰ ἀνόμων ἐλογίσθη.»
29Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, «Οὐά, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, 30σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ.» 31Ὁμοίως καὶ οἱ ἀρχιερεῖς, ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων, ἔλεγον· «Ἄλλους ἔσωσεν· ἑαυτὸν οὐ δύναται σῶσαι. 32Ὁ Χριστός, ὁ βασιλεὺς τοῦ Ἰσραήλ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ.» Καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.
33Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 34Καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, «Ἐλωΐ, Ἐλωΐ, λιμᾶ σαβαχθανί;» ὅ ἐστιν μεθερμηνευόμενον, «Ὁ Θεός, ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες;» 35Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, «Ἰδού, Ἠλίαν φωνεῖ.» 36Δραμὼν δὲ εἷς καὶ γεμίσας σπόγγον ὄξους, περιθείς τε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, «Ἄφετε, ‹ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.› »
37Ὁ δὲ Ἰησοῦς, ἀφεὶς φωνὴν μεγάλην, ἐξέπνευσεν· 38καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. 39Ἰδὼν δὲ ὁ κεντυρίων, ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ, ὅτι οὕτως κράξας ἐξέπνευσεν, εἶπεν, «Ἀληθῶς ὁ ἄνθρωπος οὗτος Υἱὸς ἦν Θεοῦ.»
40Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ καὶ Σαλώμη— 41αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ—καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
The burial
42Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ Παρασκευὴ ἦν, ὅ ἐστιν προσάββατον, 43ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν. 45Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. 46Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτόν, ἐνείλησεν τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.
Notes
*15:1
ευθεως f35 A,D,N,W [99%] HF,RP,CP,TR,OC ¦ ευθυς ℵB,C [1%] NU
†15:1
επι το f35 A,N,W (80%) HF,RP,CP,TR,OC ¦ 1 τω (17.3%) ¦ 2 (0.7%) ¦ 1 (0.3%) ¦ τω (0.3%) ¦ — ℵB,C,D (1.1%) NU ¦ three other variants (0.2%)
‡15:1
τω f35 A,N,W [97%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,D [3%] NU
§15:2
ειπεν αυτω f35 A,N [97.5%] HF,RP,CP,TR,OC ¦ λεγει 2 [1%] ¦ ~ 2 λεγει ℵB,C,D [1%] NU ¦ 1 W
*15:3
πολλα f35 ℵA,B,C,D [90%] HF,RP,TR,NU ¦ 1 αυτος δε ουδεν απεκρινατο N,W [10%] CP,OC
†15:4
παλιν επηρωτησεν αυτον f35 ℵA [98%] HF,RP,CP,TR ¦ ~ 231 C,D ¦ 1 επηρωτα 3 B,W [1%] OC,NU ¦ επηρωτα 3 [1%]
‡15:4
καταμαρτυρουσιν f35 A,N [98%] HF,RP,CP,TR,OC ¦ κατηγορουσιν ℵB,C,D,W [2%] NU
§15:6
ονπερ ητουντο f35 C,N [97.5%] HF,RP,CP,TR,OC ¦ ον 2 W [1%] ¦ ον παρητουντο ℵA,B [0.5%] NU ¦ ον αν 2 D [1%]
*15:7
συστασιαστων f35 (A) [96%] HF,RP,CP,TR,OC ¦ στασιαστων ℵB,C,D,N,W [4%] NU
†15:8
αναβοησας f35 A,C,N,W [99.5%] HF,RP,CP,TR,OC ¦ αναβας ℵB [0.5%] NU ¦ αναβας ολος D
‡15:8
αει f35 A,C,D,N [98.5%] HF,RP,CP,TR,OC ¦ — ℵB,W [1%] NU ¦ one other variant [0.5%]
§15:12
αποκριθεις παλιν ειπεν f35 A,N [97%] HF,RP,CP,TR,OC ¦ ~ 213 [0.5%] ¦ ~ 21 ελεγεν ℵB,C [1%] NU ¦ 13 D,W [1.5%] ¦ one other variant
*15:12
θελετε f35 A,D,N [98.5%] HF,RP,CP,TR,OC[NU] ¦ — ℵB,C,W [1.5%]
†15:12
ον (−ον B) λεγετε f35 ℵ(B)C,N (98.3%) HF,RP,CP,TR,OC[NU] ¦ — A,D,W (1.5%) ¦ long omissions (0.2%)
‡15:12
βασιλεα f35 (D)N [95%] HF,RP,CP,TR ¦ τον 1 ℵA,B,C,W [5%] OC,NU
§15:14
κακον εποιησεν f35 ℵA,D,N [98.5%] HF,RP,CP,TR ¦ ~ 21 B,C [1.5%] OC,NU (W vacant)
*15:14
περισσοτερως f35 N [90%] HF,RP,CP,TR,OC ¦ περισσως ℵA,B,C,D [10%] NU
†15:17
ενδυουσιν f35 A,N [96%] HF,RP,CP,TR,OC ¦ ενδιδυσκουσιν ℵB,C(D) [4%] NU
‡15:18
και λεγειν f35 ℵN [30%] CP ¦ λεγοντες [2%] ¦ — A,B,C,D [68%] HF,RP,TR,OC,NU
§15:18
ο βασιλευς f35 A,N [80%] HF,RP,CP,OC ¦ βασιλευ ℵB,D [20%] TR,NU
*15:20
ιματια τα ιδια f35 A,N (96.3%) HF,RP,CP,TR,OC ¦ 1 αυτου 23 (1.9%) ¦ ~ 31 αυτου ℵ (0.3%) ¦ 1 αυτου B,C (0.8%) NU ¦ ~ 31 (0.4%) ¦ 1 D (0.2%) ¦ two other variants (0.1%)
†15:22
επι f35 A,C(D) [95%] HF,RP,CP,TR,OC ¦ 1 τον ℵB,N [5%] NU
‡15:22
γολγοθα f35 A,C,D [90%] HF,RP,TR,OC ¦ γολγοθαν ℵB,N [10%] CP,NU
§15:23
πιειν f35 A(D) [99%] HF,RP,CP,TR,OC ¦ — ℵB,C [1%] NU
*15:23
ο f35 A,C [98%] HF,RP,CP,TR,OC ¦ ος ℵB [1%] NU ¦ και D [1%]
†15:24
σταυρωσαντες f35 ℵA,C,D [99.5%] HF,RP,CP,TR,OC ¦ σταυρουσιν B [0.5%] NU
‡15:24
αυτον f35 ℵA,C,D [99.5%] HF,RP,CP,TR,OC ¦ 1 και B [0.5%] NU
§15:24
διαμεριζονται f35 ℵA,B,C,D [95%] HF,RP,CP,OC,NU ¦ διεμεριζοντο [3%] ¦ διεμεριζον [2%] TR ¦ three other variants
*15:28
verse 28 entire f35 (88.7%) HF,RP,CP,TR,OC ¦ — ℵA,B,C,D (11.1%) NU ¦ two other variants (0.1%) (OC is in small print)
†15:29
εν τρισιν ημεραις οικοδομουν f35 ℵC [97%] HF,RP,CP,TR,OC ¦ ~ 4123 B(D) [1%] NU ¦ 234 A [2%]
‡15:30
και καταβα f35 A,C [96.5%] HF,RP,CP,TR,OC ¦ καταβας ℵB [1.5%] NU ¦ 1 καταβηθι [2%]
§15:31
ομοιως f35 ℵA,B,C [90%] HF,RP,CP,NU ¦ 1 δε [10%] TR,OC ¦ — D
*15:32
του f35 A,C [95%] HF,RP,CP,TR,OC ¦ — ℵB,D [5%] NU
†15:32
αυτω f35 D [80%] HF,RP,CP,OC ¦ — ℵA,B,C [20%] TR,NU
‡15:32
αυτω f35 A,C (96.7%) HF,RP,CP,TR,OC ¦ συν 1 ℵB (1.2%) NU ¦ — D (1.9%) ¦ long omissions (0.2%)
§15:33
γενομενης δε f35 A,C [96%] HF,RP,CP,TR,OC ¦ ~ και 1 ℵB,D [4%] NU
*15:33
ενατης f35 ℵA,B,C,D,N [80%] HF,RP,CP,OC,NU ¦ εννατης [20%] TR (Also in the next verse.)
†15:34
ωρα τη ενατη f35 A,C,N [96%] HF,RP,CP,TR,OC ¦ ~ 31 ℵB,D [4%] NU
‡15:34
λεγων f35 A,C,N [98.5%] HF,RP,CP,TR,OC ¦ — ℵB,D [1.5%] NU
§15:34
λιμα f35 A [85%] HF,RP,CP,OC ¦ λειμα [10%] ¦ λεμα ℵC [1%] NU ¦ λαμμα [2%] TR ¦ λαμα B,D,N [1.5%]
*15:34
ο θεος f35 A [45%] ¦ 12 μου ℵC,D,N [55%] HF,RP,CP,TR,OC,NU ¦ — B
†15:34
με εγκατελιπες f35 (A)C [98.5%] HF,RP,CP,TR,OC ¦ ~ 21 (ℵ)B [1.5%] NU ¦ ~ ωνιδισας 1 D
‡15:35
ιδου f35 A,N [90%] HF,RP,CP,TR ¦ ιδε ℵB [4%] OC,NU ¦ οτι C [0.5%] ¦ οτι 1 [5%] ¦ — D [0.5%]
§15:36
εις f35 A,C,D,N [98%] HF,RP,CP,TR,OC ¦ τις ℵB [1%] NU ¦ — [1%]
*15:36
και f35 ℵA,C,D,N [98.5%] HF,RP,CP,TR,OC[NU] ¦ — B [1.5%]
†15:36
τε f35 A,C [97%] HF,RP,CP,TR,OC ¦ — ℵB(D)N [1.5%] NU ¦ ~ και [1.5%]
‡15:38
απο f35 ℵA,C,N [98%] HF,RP,CP,TR,OC ¦ απ B,D,W [2%] NU
§15:39
κραξας f35 A,C,N,W (98.6%) HF,RP,CP,TR,OC ¦ κραξαντα D ¦ — ℵB (0.4%) NU ¦ longer omissions (0.9%)
*15:39
ο ανθρωπος ουτος υιος ην θεου f35 A,C,N,W [97.5%] HF,RP,CP,TR,OC ¦ ~ 312465 ℵB [2%] NU ¦ ~ 312645 D ¦ two other variants
†15:40
ην f35 D,W [55%] CP ¦ 1 και A,C,N [45%] HF,RP,TR,OC ¦ και ℵB [0.5%] NU
‡15:40
του f35 A [90%] HF,RP,CP,TR,OC ¦ — ℵB,C(D)N,W [10%] NU
§15:40
ιωση f35 ℵA,C,N(W) [98%] HF,RP,CP,TR,OC ¦ ιωσητος (B)D [2%] NU
*15:41
αι και f35 D (88.8%) HF,RP,CP,TR,OC ¦ 2 A,C,N,W (7.4%) ¦ 1 ℵB (3.7%) NU ¦ 1 δε (0.1%)
†15:42
παρασκευη ην f35 [25%] ¦ ~ 21 ℵA,B,C,D,W [75%] HF,RP,CP,TR,OC,NU
‡15:42
προσαββατον f35 ℵB,C,W [70%] HF,RP,CP,TR,OC,NU ¦ προσσαββατον A [30%] ¦ πρινσαββατον D
§15:43
ελθων f35 ℵA,B,C,W [35%] OC,NU ¦ ηλθεν D [65%] HF,RP,CP,TR
*15:43
ο f35 ℵA,C,W [98.5%] HF,RP,CP,TR,OC[NU] ¦ — B,D [1.5%]
†15:43
θεου rell ¦ 1 και [2%] CP
‡15:43
προς f35 A,C,D [99%] HF,RP,CP,TR,OC ¦ 1 τον ℵB,W [1%] NU
§15:45
σωμα f35 A,C,W [99%] HF,RP,CP,TR,OC ¦ πτωμα ℵB,D [1%] NU
*15:46
αγορασας rell ¦ αγωρασας CP
†15:46
και f35 A,C(W) [99%] HF,RP,CP,TR,OC ¦ — ℵB(D) [1%] NU
‡15:46
ενειλησεν rell ¦ ενειλισε [5%] CP
§15:46
κατεθηκεν f35 C (94.1%) HF,RP,CP,TR,OC ¦ εθηκεν ℵB,D,W (4.6%) NU ¦ τεθηκεν (0.7%) ¦ καθηκεν A (0.3%) ¦ long omission (0.2%) ¦ one other variant
*15:47
μαρια f35 D [97%] HF,RP,CP,TR,OC ¦ 1 η A,B,C,W [3%] NU ¦ ℵ has a long omission [homoioteleuton]
†15:47
ιωση f35 C(W) [96%] HF,RP,CP,TR,OC ¦ ιωσηφ A [0.5%] ¦ ιωσητος B [3%] NU ¦ ιακωβου D [0.5%] ¦ — ℵ
‡15:47
τιθεται f35 W [97%] HF,RP,CP,TR,OC ¦ τεθειται A,B,C,D [3%] NU ¦ — ℵ