Her river
1Καὶ ἔδειξέν μοι ποταμὸν καθαρὸν ὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ Ἀρνίου, 2ἐν μέσῳ τῆς πλατείας αὐτῆς· καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐντεῦθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοὺς τὸν καρπὸν αὐτοῦ. Καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. 3Καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἐκεῖ, καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ Ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ. 4Καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. 5Καὶ νὺξ οὐκ ἔσται ἐκεῖ καὶ χρείαν οὐκ ἔχουσιν λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτιεῖ αὐτούς. Καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Conclusion
6Καὶ λέγει μοι· «Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί. Καὶ Κύριος ὁ Θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει. 7Ἰδού, ἔρχομαι ταχύ. Μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.»
8Κἀγὼ Ἰωάννης, ὁ ἀκούων καὶ βλέπων ταῦτα, καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσον προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύντος μοι ταῦτα. 9Καὶ λέγει μοι· «Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου. Τῷ Θεῷ προσκύνησον.» 10Καὶ λέγει μοι· «Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ὅτι ὁ καιρὸς ἐγγύς ἐστιν. 11Ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.»
Jesus’ final word
12«Ἰδού, ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾿ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ. 13Ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, Ἀρχὴ καὶ Τέλος, ὁ Πρῶτος καὶ ὁ Ἔσχατος.» 14(Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. 15Ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.) 16«Ἐγὼ Ἰησοῦς, ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ Ῥίζα καὶ τὸ Γένος Δαυίδ, ὁ Ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός. 17Καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, ‹Ἔρχου.› Καὶ ὁ ἀκούων εἰπάτω, ‹Ἔρχου.› Καὶ ὁ διψῶν ἐρχέσθω. Ὁ θέλων, λαβέτω ὕδωρ ζωῆς δωρεάν.
A serious warning
18»Μαρτυρῶ ἐγὼ παντὶ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· Ἐάν τις ἐπιθῇ ἐπ᾿ αὐτά, ἐπιθήσαι ἐπ᾿ αὐτὸν ὁ Θεὸς τὰς ἑπτὰ πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ· 19καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφέλοι ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.»
John signs off
20Λέγει ὁ μαρτυρῶν ταῦτα, «Ναί, ἔρχομαι ταχύ.» Ἀμήν. Ναί, ἔρχου, Κύριε Ἰησοῦ.
21Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων. Ἀμήν.,

Notes


*22:1 ποταμον καθαρον f35 Mbpt,d,e,f,gpt,h⅓,ipt CP,RP ¦ ~ 21 TR ¦ 1 Ma,bpt,gpt,h⅔,ipt ℵA,HF,OC,NU

22:1 κρυσταλον f35 Ma⅙,b⅓,d⅕,e⅖,gpt,ipt ¦ κρυσταλλον Ma,b⅔,c⅖,d,e⅗,f,gpt,h,ipt ℵA,CP,RP,HF,OC,NU,TR (Having spelled the verb with just one ‘l’, John handles the noun the same way; the unusual spelling led copyists to ‘correct’ him.)

22:2 εντευθεν f35 Ma⅙,bpt,d,e,hpt,ipt CP,TR ¦ εκειθεν Ma,bpt,f,g,hpt,ipt A,RP,HF,OC,NU

§22:2 εκαστον αποδιδους f35 Mdpt,e⅕ ℵ,CP,RP ¦ 1 αποδιδον Mbpt,fpt ¦ 1 αποδιδουν Md⅓,e⅔,h⅓ A,OC,NU,TR ¦ ~ 21 Ma⅖,bpt,f⅓,gpt HF ¦ αποδιδους εκαστος Ma⅓,gpt [i is badly splintered] (-δους [f35,a,bpt,dpt,e¼,f⅓,g,hpt,ipt,ℵ] has stronger attestation than both -δουν [a⅐,d⅓,e,h⅓,A] and -δον [bpt,fpt]; and ε. α. [f35,bpt,d,e,f⅔,h,ipt,ℵA] than α. ε. [a,bpt,f⅓,g]; so f35 has the correct reading.)

*22:3 καταθεμα rell ¦ καταναθεμα TR ¦ καταγμα ℵ

22:3 εκει f35 Mbpt,d,e,f,gpt,hpt,ipt CP ¦ ετι Ma,bpt,gpt,hpt,ipt A,RP,HF,OC,NU,TR ¦ — ℵ

22:3 λατρευσουσιν f35 Ma⅗,b⅔,d,e⅔,f⅔,g⅔,h⅔,i ℵA,CP,RP,OC,NU,TR ¦ λατρευουσιν Ma⅖,b⅓,e⅓,f⅓,g⅓,h⅓ HF

§22:5 εκει f35 Ma¼,bpt,d,e,f,g,hpt,i CP,RP,TR ¦ ετι Mbpt,hpt ℵA,OC,NU ¦ — Ma HF

*22:5 χρειαν ουκ εχουσιν f35 Ma¼,b,d,e,f,i CP,RP,TR ¦ ~ 231 Mh,i¼ ℵ(A)NU ¦ ου χρεια Ma,g OC,HF

22:5 λυχνου και φωτος (φως Mdpt,e¼,f) ηλιου f35 Ma¼,bpt,dpt,e,f,i⅔ CP,RP,OC,TR ¦ φως 12 φως 4 Mdpt,hpt ¦ ~ 31234 Mhpt,i⅓ ℵ(A)NU ¦ 123 Ma,g HF ¦ 34 Mbpt

22:5 φωτιει f35 Ma,bpt,d¼,e,g,h⅔,i⅓ ℵ,CP,RP,HF,OC ¦ φωτιζει Mbpt,d,e⅙,f,i⅓ TR ¦ φωτισει Mh⅓,i⅓ A,NU

§22:6 λεγει f35 Ma,bpt,g CP,RP,HF,OC ¦ ειπεν Ma⅕,bpt,d,e,f,h,i ℵA,NU,TR

*22:6 και rell ¦ 1 ο ℵA,NU

22:6 πνευματων των f35 Ma,f,g,h,ipt ℵA,CP,RP,HF,OC,NU ¦ 12 αγιων Mb ¦ αγιων Ma⅕,d,e,g¼,ipt TR

22:6 δειξαι τοις δουλοις αυτου f35 Ma¼,b,e,f,g,h,i (ℵ)A,CP,RP,HF,OC,NU,TR ¦ διδαξαι 234 Md ¦ — Ma⅔

§22:7 ιδου f35 Ma⅕,bpt,e,f,g¼,hpt,ipt CP,TR ¦ και 1 Ma,bpt,d,g,hpt,ipt ℵA,RP,HF,OC,NU

*22:8 καγω f35 Ma,bpt,e⅕,gpt,hpt,ipt ℵA,CP,RP,HF,OC,NU ¦ και εγω Ma⅙,bpt,d,e,f,gpt,hpt,ipt TR

22:8 ακουων και βλεπων ταυτα f35 Ma,bpt,e⅕,g,hpt,ipt A,CP,RP,HF,OC,NU ¦ ~ 3214 Mbpt,d,e,f,hpt ℵ ¦ ~ 3421 Ma⅙,ipt TR

22:8 εβλεψα f35 Ma¼,bpt,d,e,f,h,ipt ℵ,CP,RP,OC,NU,TR ¦ εβλεπον Mh¼ A ¦ οτε ειδον Ma⅗,g,ipt HF ¦ ειδον Ma⅙,bpt

§22:8 επεσον f35 Ma,bpt,d,e⅗,f,g,hpt,i CP,RP,HF ¦ επεσα Ma⅕,bpt,e⅖,hpt,i¼ ℵA,OC,NU,TR

*22:8 δεικνυντος f35 Mapt,f⅓,g,h⅔ (ℵ)(CP)HF ¦ δεικνυοντος Mapt,b,d,e,f⅔,h⅓,i (A)RP,OC,NU,TR

22:9 σου rell ¦ 1 γαρ TR

22:9 των f35 Ma⅙,e,f⅔ CP ¦ και 1 Ma,b,d,e¼,f⅓,g,h,i ℵA,RP,HF,OC,NU,TR

§22:10 οτι ο καιρος f35 Ma¼,e,f¼,ipt CP,TR ¦ ~ 23 γαρ Ma,b,fpt,gpt,h,ipt ℵA,RP,HF,OC,NU ¦ ~ 2 γαρ 3 Md,h⅙ ¦ 23 Mf¼,gpt

*22:11 και ο ρυπαρος ρυπαρευθητω ετι rell ¦ 123 ρυπανθητω 5 ℵ,NU ¦ 2 ρυπων ρυπωσατω 5 TR ¦ — Mb A

22:11 δικαιοσυνην ποιησατω rell ¦ δικαιωθητω Md TR

22:12 ιδου rell ¦ και 1 Mept TR

§22:12 ως το εργον εσται αυτου f35 Ma,bpt,gpt,hpt,ipt CP,RP,HF,OC ¦ ~ 12354 Ma¼,bpt,d⅓,e,f,gpt,hpt,ipt TR ¦ 123 εστιν 5 ℵA,NU ¦ κατα τα εργα 5 Md⅔

*22:13 εγω rell ¦ 1 ειμι TR

22:13 αλφα f35 Ma,b,d⅓,e⅙,f,gpt,ipt ℵA,CP,RP,HF,NU ¦ Α Ma¼,c⅕,d⅔,e,gpt,h,ipt OC,TR

22:13 αρχη και τελος ο πρωτος και ο εσχατος f35 Ma⅙,d,e,f,h¼,ipt CP,TR ¦ ~ 45678123 OC ¦ 45678 Me⅙ ¦ ~ 45678 η 12 το 3 Ma,b,g,h⅔,ipt ℵ,RP,HF,NU ¦ ~ 568 η 12 το 3 A

§22:14 ποιουντες τας εντολας αυτου rell ¦ πλυνοντες 2 στολας αυτων ℵA,NU

*22:15 εξω rell ¦ 1 δε TR

22:15 φιλων και ποιων f35 Ma,gpt,hpt A,CP,RP,NU ¦ ~ 321 ℵ ¦ ο 123 Ma¼,d,e,gpt,hpt,i HF,OC,TR ¦ ~ ο 321 Mbpt,f ¦ ~ ο 32 ο 1 Mbpt

22:16 γενος rell ¦ 1 του TR

§22:16 ο f35 Ma,e⅓,f,gpt,h,i ℵA,CP,RP,HF,OC,NU,TR ¦ και 1 Mb,d,e⅔,gpt,h¼

*22:16 ο πρωινος rell ¦ και 12 (A) ¦ και 2 Mh¼ ¦ 121 αυτος Me¼ ¦ και ορθρινος TR ¦ ~ 121 λαμπρος Mf⅔

22:17 Instead of ερχου twice, TR has ελθε twice. Only 3 MSS—Gregory 296, 2049, 2075—have ελθε, all three being XVI century and under suspicion of having copied Erasmus’ printed edition. No one knows where Erasmus got ελθε, but certainly it wasn’t from John.

22:17 ερχεσθω rell ¦ 1 και OC,TR

§22:17 λαβετω rell ¦ λαβειν Me⅓ ¦ λαμβανετω το TR

*22:17 [I find it to be curious that in spite of the serious warning contained in verses 18 and 19, a warning issued by the glorified Christ Himself, the Apocalypse suffered more textual alteration than any other New Testament book. I suppose that the explanation one gives will depend on his presuppositions.]

22:18 μαρτυρω εγω rell ¦ μαρτυρομαι 2 Mbpt,f ¦ η 12 ℵ ¦ συμμαρτυρομαι γαρ TR

22:18 παντι f35 Ma⅕,dpt,ept,f⅕,i¼ CP,TR ¦ 1 τω Ma,b,dpt,ept,f,g,h,i ℵA,RP,HF,OC,NU

§22:18 επιθη επ αυτα rell ¦ επιθηση 23 Mdpt ¦ επιτιθη προς ταυτα TR ¦ 1 επι ταυτα OC ¦ — ℵ

*22:18 επιθησαι f35 Ma,gpt,ipt CP,RP,HF ¦ επιθησει Mbpt,d⅔,e⅔,f,gpt,h⅔,i⅓ ℵA,OC,NU,TR ¦ επιθηση Md⅓ ¦ επιθησεται Mbpt

22:18 επ αυτον ο Θεος f35 Mbpt(d)ept,f,ipt ℵ,CP ¦ ~ 3412 Ma,bpt,g,h,ipt RP,HF,OC,NU,TR ¦ ~ 34 αυτω Me¼ ¦ 34 A

22:18 επτα f35 Ma⅙,bpt,e,f,ipt CP ¦ — Ma,bpt,d,g,h,ipt ℵA,RP,HF,OC,NU,TR

§22:18 τω rell ¦ — TR

*22:19 αφελη rell ¦ αφεληται Me¼ ¦ αφαιρη TR

22:19 του βιβλιου της προφητειας ταυτης f35 Ma,b,e⅗,f,g,h,i A,CP,RP,HF,OC,NU ¦ βιβλου 345 TR ¦ τουτων 12345 ℵ ¦ ~ 3412 τουτου Md,e¼

22:19 αφελοι f35 Ma⅗,bpt,e⅙,h⅓,i⅓ CP,RP,HF ¦ αφελει Mbpt,d,e⅔,f,gpt,h⅔,ipt A,OC,NU ¦ αφελαι Ma⅙,gpt ¦ αφελι ℵ ¦ αφαιρησει Ma¼,e⅙ TR

§22:19 του ξυλου rell ¦ βιβλου TR

*22:19 αγιας rell ¦ 1 και TR

22:19 τω rell ¦ — TR

22:20 ναι f35 Ma,bpt,d,e⅓,g,h⅓,i⅔ CP,RP,HF,OC,TR ¦ — Mbpt,e⅔,f,h⅔,i⅓ ℵA,NU

§22:20 ιησου f35 Ma,b,g,hpt,ipt ℵA,CP,RP,HF,OC,NU,TR ¦ 1 χριστε Ma¼,d,e,f,hpt,ipt

*22:21 ιησου χριστου rell ¦ 1 ℵA,NU ¦ ημων 12 TR

22:21 παντων των αγιων rell ¦ 23 ℵ ¦ 1 A,NU ¦ 1 υμων TR

22:21 αμην f35 Ma,b,dpt,e⅔,f,g,h,i ℵ,CP,RP,HF,OC,TR ¦ — Mdpt,e⅓ A,NU

§22:21 The statements of evidence are based almost entirely on Herman C. Hoskier’s monumental work, Concerning the Text of the Apocalypse (London: Bernard Quaritch, Ltd., 1929; 2 vols.). I follow H-F in using Ma-e. Mf-i are my invention—Mf was included by Hodges in his Ma and he ignored Mg-i (H-F is also based on Hoskier). For the composition of the M families see the Appendix. Many minor variants have not been included in the apparatus, which is why the fractions for a family do not always add up to 100%. Where a fraction is ¼ or less I show the family without fraction for the other variant. The citation of f35 is based on the 32 MSS that Hoskier assigned to Mc (his “Complutensian”) [but he did not cite 243, and 231 is a mere fragment containing only the first two verses, but has the diagnostic reading at the end of verse 2]. To these the following ten MSS should be added: 1064, 1903 [his 243], 2201, 2323, 2431, 2434, 2554, 2656, 2669 and 2723. After determining that they belonged to the family, by checking a list of diagnostic readings, I then checked them individually at the ±110 places where three or more family members share a variant. At the 40 or so places where the dissent involved seven or more MSS I re-checked most of the MSS done by Hoskier [I had to make a number of corrections, but nothing serious]. I have taken account of every extant MS that belongs to Family 35, so far as I know. Please see the last footnote for Matthew for further information.