ΙΩΑΝΝΟΥ Β
1
Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθʼ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· ἔσται μεθʼ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ* παρὰ WH Treg NA28 ] + κυρίου RPθεοῦ πατρός, καὶ ⸀παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν ⸂καινὴν γράφων σοι καινὴν γράφων σοι Treg NA27 ] γράφων σοι καινὴν WH NA28 RP ἀλλὰ ἣν εἴχομεν ἀπʼ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη ⸂ἡ ἐντολή ἐστιν ἡ ἐντολή ἐστιν WH Treg NA28 ] ἐστιν ἡ ἐντολή RP, καθὼς ἠκούσατε ἀπʼ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. ὅτι πολλοὶ πλάνοι ⸀ἐξῆλθον§ ἐξῆλθον WH Treg NA28 ] εἰσῆλθόν RPεἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. βλέπετε ἑαυτούς, ἵνα μὴ ⸀ἀπολέσητε* ἀπολέσητε WH Treg NA28 ] ἀπολέσωμεν RP ἃ ⸀εἰργασάμεθα εἰργασάμεθα WH RP NA28 ] εἰργάσασθε Treg NIV ἀλλὰ μισθὸν πλήρη ⸀ἀπολάβητε ἀπολάβητε WH Treg NA28 ] ἀπολάβωμεν RP πᾶς ὁ ⸀προάγων§ προάγων WH Treg NA28 ] παραβαίνων RP καὶ μὴ μένων ἐν τῇ διδαχῇ* διδαχῇ WH Treg NA28 ] + τοῦ Χριστοῦ RPτοῦ Χριστοῦ θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ ⸀διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. 10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 11 ὁ ⸂λέγων γὰρ λέγων γὰρ WH Treg NA28 ] γὰρ λέγων RP αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
12 Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ⸀γενέσθαι γενέσθαι WH Treg NA28 ] ἐλθεῖν RP πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ⸀ὑμῶν§ ὑμῶν WH Treg ] ἡμῶν NA28 RP ⸂πεπληρωμένη ᾖ * πεπληρωμένη ᾖ WH NA27 ] ᾖ πεπληρωμένη Treg NA28 RP. 13 Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ⸀ἐκλεκτῆς ἐκλεκτῆς WH Treg NA28 ] + Ἀμήν RP ‘p /’ ‘/book’

*1:3 παρὰ WH Treg NA28 ] + κυρίου RP

1:5 καινὴν γράφων σοι Treg NA27 ] γράφων σοι καινὴν WH NA28 RP

1:6 ἡ ἐντολή ἐστιν WH Treg NA28 ] ἐστιν ἡ ἐντολή RP

§1:7 ἐξῆλθον WH Treg NA28 ] εἰσῆλθόν RP

*1:8 ἀπολέσητε WH Treg NA28 ] ἀπολέσωμεν RP

1:8 εἰργασάμεθα WH RP NA28 ] εἰργάσασθε Treg NIV

1:8 ἀπολάβητε WH Treg NA28 ] ἀπολάβωμεν RP

§1:9 προάγων WH Treg NA28 ] παραβαίνων RP

*1:9 διδαχῇ WH Treg NA28 ] + τοῦ Χριστοῦ RP

1:11 λέγων γὰρ WH Treg NA28 ] γὰρ λέγων RP

1:12 γενέσθαι WH Treg NA28 ] ἐλθεῖν RP

§1:12 ὑμῶν WH Treg ] ἡμῶν NA28 RP

*1:12 πεπληρωμένη ᾖ WH NA27 ] ᾖ πεπληρωμένη Treg NA28 RP

1:13 ἐκλεκτῆς WH Treg NA28 ] + Ἀμήν RP