6
Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ, τοῦτο γάρ ἐστιν δίκαιον· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.
Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου.
Οἱ δοῦλοι, ὑπακούετε τοῖς ⸂κατὰ σάρκα κυρίοις* κατὰ σάρκα κυρίοις WH Treg NA28 ] κυρίοις κατὰ σάρκα RP μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ, μὴ κατʼ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλʼ ὡς ⸀δοῦλοι δοῦλοι WH Treg NA28 ] + τοῦ RPΧριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ, ἐκ ψυχῆς μετʼ εὐνοίας δουλεύοντες, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι ⸂ἕκαστος, ὃ ἂν⸃ ποιήσῃ ἀγαθόν, τοῦτο ⸀κομίσεται ⸀παρὰ κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος. ἕκαστος ὃ ἂν Treg ] ἕκαστος ἐάν τι WH NA28; ὃ ἐάν τι ἕκαστος RP § κομίσεται WH Treg NA28 ] κομιεῖται RP * παρὰ WH Treg NA28 ] + τοῦ RP
Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ ⸂αὐτῶν καὶ ὑμῶν αὐτῶν καὶ ὑμῶν WH Treg NA28 ] ὑμῶν αὐτῶν RP ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωπολημψία οὐκ ἔστιν παρʼ αὐτῷ.
10 ⸂Τοῦ λοιποῦ Τοῦ λοιποῦ WH Treg NA28 ] Τὸ λοιπόν ἀδελφοί μου RP ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. 11 ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· 12 ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ ⸀σκότους§ σκότους WH Treg NA28 ] + τοῦ αἰῶνος RPτούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. 13 διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. 14 στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, 15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, 16 ⸀ἐν* ἐν WH Treg NA28 ] ἐπὶ RP πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ ⸀πονηροῦ πονηροῦ Holmes WHmarg Tregmarg ] + τὰ WH Treg NA28 RPπεπυρωμένα σβέσαι· 17 καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου ⸀δέξασθε δέξασθε WH Treg NA28 ] δέξασθαι RP καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ, 18 διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς ⸀αὐτὸ§ αὐτὸ WH Treg NA28 ] + τοῦτο RPἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, 19 καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου 20 ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι ὡς δεῖ με λαλῆσαι.
21 Ἵνα δὲ ⸂εἰδῆτε καὶ ὑμεῖς* εἰδῆτε καὶ ὑμεῖς WH NA28 RP ] καὶ ὑμεῖς εἰδῆτε Treg τὰ κατʼ ἐμέ, τί πράσσω, πάντα ⸂γνωρίσει ὑμῖν γνωρίσει ὑμῖν WH Treg NA28 ] ὑμῖν γνωρίσει RP Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ, 22 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.
23 Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ. 24 ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ⸀ἀφθαρσίᾳ ἀφθαρσίᾳ WH Treg NA28 ] + Ἀμήν RP ‘p /’ ‘/book’

*6:5 κατὰ σάρκα κυρίοις WH Treg NA28 ] κυρίοις κατὰ σάρκα RP

6:6 δοῦλοι WH Treg NA28 ] + τοῦ RP

6:8 ἕκαστος ὃ ἂν Treg ] ἕκαστος ἐάν τι WH NA28; ὃ ἐάν τι ἕκαστος RP

§6:8 κομίσεται WH Treg NA28 ] κομιεῖται RP

*6:8 παρὰ WH Treg NA28 ] + τοῦ RP

6:9 αὐτῶν καὶ ὑμῶν WH Treg NA28 ] ὑμῶν αὐτῶν RP

6:10 Τοῦ λοιποῦ WH Treg NA28 ] Τὸ λοιπόν ἀδελφοί μου RP

§6:12 σκότους WH Treg NA28 ] + τοῦ αἰῶνος RP

*6:16 ἐν WH Treg NA28 ] ἐπὶ RP

6:16 πονηροῦ Holmes WHmarg Tregmarg ] + τὰ WH Treg NA28 RP

6:17 δέξασθε WH Treg NA28 ] δέξασθαι RP

§6:18 αὐτὸ WH Treg NA28 ] + τοῦτο RP

*6:21 εἰδῆτε καὶ ὑμεῖς WH NA28 RP ] καὶ ὑμεῖς εἰδῆτε Treg

6:21 γνωρίσει ὑμῖν WH Treg NA28 ] ὑμῖν γνωρίσει RP

6:24 ἀφθαρσίᾳ WH Treg NA28 ] + Ἀμήν RP