ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄
1
Παῦλος ἀπόστολος * ⸉ Ἰησοῦ χριστοῦ RP f35 TR ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL ⸉Ἰησοῦ χριστοῦ⸊ διὰ θελήματος θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ. Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ. Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ * ⸋ τοῦ RP f35 TNT2 WH NA NIV SBL ¦ – TR ⸋τοῦ⸌ χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, * ⸂ τῆς ἐνεργουμένης … πάσχομεν· καὶ ἡ ἐλπὶς … ὑπὲρ ὑμῶν· εἴτε παρακαλούμεθα … παρακλήσεως καὶ σωτηρίας· RP f35 TNT2 ¦ τῆς ἐνεργουμένης … πάσχομεν· εἴτε παρακαλούμεθα … παρακλήσεως καὶ σωτηρίας· καὶ ἡ ἐλπὶς … ὑπὲρ ὑμῶν· TR ¦ εἴτε παρακαλούμεθα … παρακλήσεως τῆς ἐνεργουμένης … πάσχομεν· καὶ ἡ ἐλπὶς … ὑπὲρ ὑμῶν· WH NA NIV SBL ⸂τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν· καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας·⸃ εἰδότες ὅτι * ⸂ ὥσπερ RP f35 TR ¦ ὡς TNT2 WH NA NIV SBL ⸂ὥσπερ⸃ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως. Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, * ⸂ ὑπὲρ RP f35 TR WH NA NIV SBL ¦ περὶ TNT2 ⸂ὑπὲρ⸃ τῆς θλίψεως ἡμῶν τῆς γενομένης * ⸋ ἡμῖν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἡμῖν⸌ ἐν τῇ Ἀσίᾳ, ὅτι καθ᾽ ὑπερβολὴν * ⸉ ἐβαρήθημεν ὑπὲρ δύναμιν RP f35 TR ¦ ὑπὲρ δύναμιν ἐβαρήθημεν TNT2 WH NA NIV SBL ⸉ἐβαρήθημεν ὑπὲρ δύναμιν,⸊ ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν. Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾽ ἑαυτοῖς ἀλλ᾽ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· 10 ὃς ἐκ τηλικούτου θανάτου * ⸂ ἐρρύσατο … ῥύεται … ῥύσεται RP f35 TR ¦ ἐρύσατο … ῥύσεται … ῥύσεται TNT2 WH ¦ ἐρρύσατο … ῥύσεται … ῥύσεται NA NIV SBL ⸂ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται,⸃ 11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ * ⸂ ὑμῶν RP f35 ¦ ἡμῶν TR TNT2 WH NA NIV SBL ⸂ὑμῶν.⸃
12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν * ⸂ ἁπλότητι RP f35 TR NA27+28 NIV11 ¦ ἁγιότητι TNT2 WH NA25 NIV73 SBL ⸂ἁπλότητι⸃ καὶ εἰλικρινείᾳ * ⸆ – RP f35 TR ¦ τοῦ TNT2 WH NA NIV SBL ⸆ θεοῦ, *2 – RP f35 TR TNT2 NA25 NIV SBL ¦ καὶ WH NA27+28 2 οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ᾽ ἐν χάριτι θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς. 13 Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ᾽ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι * ⸋ καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ ἕως τέλους ἐπιγνώσεσθε· 14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμέν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ * ⸂ τοῦ κυρίου Ἰησοῦ RP f35 TR TNT2 NIV ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ WH NA SBL ⸂τοῦ κυρίου Ἰησοῦ.⸃
15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην * ⸂ ἐλθεῖν πρὸς ὑμᾶς τὸ πρότερον RP ¦ πρὸς ὑμᾶς ἐλθεῖν τὸ πρότερον f35 ¦ πρὸς ὑμᾶς ἐλθεῖν πρότερον TR ¦ πρότερον πρὸς ὑμᾶς ἐλθεῖν TNT2 WH NA NIV SBL ⸂ἐλθεῖν πρὸς ὑμᾶς τὸ πρότερον,⸃ ἵνα δευτέραν *2 χάριν RP f35 TR TNT2 NA NIV SBL ¦ χαρὰν WH 2χάριν⸃ *3 ἔχητε RP f35 TR ¦ σχῆτε TNT2 WH NA NIV SBL 3ἔχητε·⸃ 16 καὶ δι᾽ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. 17 Τοῦτο οὖν βουλευόμενος, μή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; Ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾽ ἐμοὶ τὸ Ναί, ναὶ καὶ τὸ Οὔ, οὔ; 18 Πιστὸς δὲ ὁ θεός, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ * ⸂ ἐγένετο RP f35 TR ¦ ἔστιν TNT2 WH NA NIV SBL ⸂ἐγένετο⸃ Ναὶ καὶ οὔ. 19 * ⸉ γὰρ τοῦ θεοῦ RP f35 TR ¦ τοῦ θεοῦ γὰρ TNT2 WH NA NIV SBL ⸉γὰρ τοῦ θεοῦ⸊ υἱὸς *2 Ἰησοῦς χριστὸς RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ χριστὸς Ἰησοῦς WH NA25 2Ἰησοῦς χριστὸς⸊ ὁ ἐν ὑμῖν δι᾽ ἡμῶν κηρυχθείς, δι᾽ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν. 20 Ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ Ναί, * ⸆ – RP f35 TR ¦ διὸ TNT2 WH NA NIV SBL ⸆ καὶ * ⸂ ἐν αὐτῷ RP f35 TR ¦ δι᾽ αὐτοῦ TNT2 WH NA NIV SBL ⸂ἐν αὐτῷ⸃ τὸ Ἀμήν, τῷ θεῷ πρὸς δόξαν δι᾽ ἡμῶν. 21 Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς χριστόν, καὶ χρίσας ἡμᾶς, θεός· 22 ὁ καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
23 Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. 24 Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε.

*1:1 ⸉ Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL

*1:5 ⸋ τοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*1:6 ⸂ τῆς ἐνεργουμένης … πάσχομεν· καὶ ἡ ἐλπὶς … ὑπὲρ ὑμῶν· εἴτε παρακαλούμεθα … παρακλήσεως καὶ σωτηρίας· RP f 35 TNT2 ¦ τῆς ἐνεργουμένης … πάσχομεν· εἴτε παρακαλούμεθα … παρακλήσεως καὶ σωτηρίας· καὶ ἡ ἐλπὶς … ὑπὲρ ὑμῶν· TR ¦ εἴτε παρακαλούμεθα … παρακλήσεως τῆς ἐνεργουμένης … πάσχομεν· καὶ ἡ ἐλπὶς … ὑπὲρ ὑμῶν· WH NA NIV SBL

*1:7 ⸂ ὥσπερ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL

*1:8 ⸂ ὑπὲρ RP f 35 TR WH NA NIV SBL ¦ περὶ TNT2

*1:8 ⸋ ἡμῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:8 ⸉ ἐβαρήθημεν ὑπὲρ δύναμιν RP f 35 TR ¦ ὑπὲρ δύναμιν ἐβαρήθημεν TNT2 WH NA NIV SBL

*1:10 ⸂ ἐρρύσατο … ῥύεται … ῥύσεται RP f 35 TR ¦ ἐρύσατο … ῥύσεται … ῥύσεται TNT2 WH ¦ ἐρρύσατο … ῥύσεται … ῥύσεται NA NIV SBL

*1:11 ⸂ ὑμῶν RP f 35 ¦ ἡμῶν TR TNT2 WH NA NIV SBL

*1:12 ⸂ ἁπλότητι RP f 35 TR NA27+28 NIV11 ¦ ἁγιότητι TNT2 WH NA25 NIV73 SBL

*1:12 ⸆ – RP f 35 TR ¦ τοῦ TNT2 WH NA NIV SBL

*1:12 ⸆2 – RP f 35 TR TNT2 NA25 NIV SBL ¦ καὶ WH NA27+28

*1:13 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:14 ⸂ τοῦ κυρίου Ἰησοῦ RP f 35 TR TNT2 NIV ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ WH NA SBL

*1:15 ⸂ ἐλθεῖν πρὸς ὑμᾶς τὸ πρότερον RP ¦ πρὸς ὑμᾶς ἐλθεῖν τὸ πρότερον f 35 ¦ πρὸς ὑμᾶς ἐλθεῖν πρότερον TR ¦ πρότερον πρὸς ὑμᾶς ἐλθεῖν TNT2 WH NA NIV SBL

*1:15 ⸂2 χάριν RP f 35 TR TNT2 NA NIV SBL ¦ χαρὰν WH

*1:15 ⸂3 ἔχητε RP f 35 TR ¦ σχῆτε TNT2 WH NA NIV SBL

*1:18 ⸂ ἐγένετο RP f 35 TR ¦ ἔστιν TNT2 WH NA NIV SBL

*1:19 ⸉ γὰρ τοῦ θεοῦ RP f 35 TR ¦ τοῦ θεοῦ γὰρ TNT2 WH NA NIV SBL

*1:19 ⸉2 Ἰησοῦς χριστὸς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ χριστὸς Ἰησοῦς WH NA25

*1:20 ⸆ – RP f 35 TR ¦ διὸ TNT2 WH NA NIV SBL

*1:20 ⸂ ἐν αὐτῷ RP f 35 TR ¦ δι᾽ αὐτοῦ TNT2 WH NA NIV SBL