ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄
1
Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ * ⸂ θεοῦ πατρὸς ἡμῶν RP f35 TR TNT2 NA27+28 NIV11 Ead ¦ θεοῦ πατρὸς WH NA25 NIV73 SBL ⸂θεοῦ πατρὸς ἡμῶν⸃ καὶ κυρίου Ἰησοῦ χριστοῦ.
Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους· ὥστε * ⸉ ἡμᾶς αὐτοὺς RP f35 TR Ead ¦ αὐτοὺς ἡμᾶς TNT2 WH NA NIV SBL ⸉ἡμᾶς αὐτοὺς⸊ * ⸂ ἐν ὑμῖν καυχᾶσθαι RP f35 TR ¦ ἐν ὑμῖν ἐγκαυχᾶσθαι TNT2 NA NIV SBL Ead ¦ ἐν ὑμῖν ἐνκαυχᾶσθαι WH ⸂ἐν ὑμῖν καυχᾶσθαι⸃ ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε· ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε· εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾽ ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν * ⸂ πυρὶ φλογός RP f35 TR WH NA NIV Ead ¦ φλογὶ πυρός TNT2 SBL ⸂πυρὶ φλογός,⸃ διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεόν, καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ *2 τοῦ κυρίου ἡμῶν Ἰησοῦ RP TNT2 WH NA NIV SBL Ead ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ f35 TR 2τοῦ κυρίου ἡμῶν Ἰησοῦ·⸃ οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, 10 ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς * ⸂ πιστεύσασιν RP f35 TNT2 WH NA NIV SBL Ead ¦ πιστεύουσιν TR ⸂πιστεύσασιν⸃ ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾽ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 11 Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει· 12 ὅπως ἐνδοξασθῇ τὸ ὄνομα * ⸂ τοῦ κυρίου ἡμῶν Ἰησοῦ RP TNT2 WH NA NIV SBL Ead ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ f35 TR ⸂τοῦ κυρίου ἡμῶν Ἰησοῦ⸃ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ.

*1:2 ⸂ θεοῦ πατρὸς ἡμῶν RP f 35 TR TNT2 NA27+28 NIV11 Ead ¦ θεοῦ πατρὸς WH NA25 NIV73 SBL

*1:4 ⸉ ἡμᾶς αὐτοὺς RP f 35 TR Ead ¦ αὐτοὺς ἡμᾶς TNT2 WH NA NIV SBL

*1:4 ⸂ ἐν ὑμῖν καυχᾶσθαι RP f 35 TR ¦ ἐν ὑμῖν ἐγκαυχᾶσθαι TNT2 NA NIV SBL Ead ¦ ἐν ὑμῖν ἐνκαυχᾶσθαι WH

*1:8 ⸂ πυρὶ φλογός RP f 35 TR WH NA NIV Ead ¦ φλογὶ πυρός TNT2 SBL

*1:8 ⸂2 τοῦ κυρίου ἡμῶν Ἰησοῦ RP TNT2 WH NA NIV SBL Ead ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ f 35 TR

*1:10 ⸂ πιστεύσασιν RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ πιστεύουσιν TR

*1:12 ⸂ τοῦ κυρίου ἡμῶν Ἰησοῦ RP TNT2 WH NA NIV SBL Ead ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ f 35 TR