2
Εἴ τις οὖν παράκλησις ἐν χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ * ⸂ τις RP TNT2 WH NA NIV SBL Ead ¦ τι f35 ¦ τινα TR ⸂τις⸃ σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες· * ⸂ μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν RP f35 TR ¦ μηδὲν κατ᾽ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν TNT2 NA NIV SBL ¦ μηδὲν κατ᾽ ἐριθίαν μηδὲ κατὰ κενοδοξίαν WH ¦ μηδὲν κατὰ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν Ead ⸂μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν,⸃ ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· * ⸂ μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος. RP TR ¦ μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὸ ἑτέρων ἕκαστος. f35 ¦ μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι. TNT2 WH NA NIV73 SBL Ead ¦ μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες, ἀλλὰ τὰ ἑτέρων ἕκαστοι. NIV11 ⸂μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.⸃ Τοῦτο * ⸋ γὰρ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋γὰρ⸌ * ⸂ φρονείσθω RP f35 TR ¦ φρονεῖτε TNT2 WH NA NIV SBL Ead ⸂φρονείσθω⸃ ἐν ὑμῖν ὃ καὶ ἐν χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ * ⸆ – RP f35 TR ¦ τὸ TNT2 WH NA NIV SBL Ead ⸆ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· 10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, 11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς χριστός, εἰς δόξαν θεοῦ πατρός.
12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· 13  * ⸋ ὁ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋ὁ⸌ θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. 14 Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, 15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ * ⸂ ἀμώμητα RP f35 TR Ead ¦ ἄμωμα TNT2 WH NA NIV SBL ⸂ἀμώμητα⸃ *2 ἐν μέσῳ RP f35 TR ¦ μέσον TNT2 WH NA NIV SBL Ead 2ἐν μέσῳ⸃ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, 16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα. 17 Ἀλλ᾽ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· 18 τὸ δ᾽ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
19 Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ, Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. 20 Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. 21 Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ * ⸂ χριστοῦ Ἰησοῦ RP f35 WH NA25 ¦ τοῦ χριστοῦ Ἰησοῦ TR ¦ Ἰησοῦ χριστοῦ TNT2 NA27+28 NIV SBL Ead ⸂χριστοῦ Ἰησοῦ.⸃ 22 Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. 23 Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἂν ἀπίδω τὰ περὶ ἐμέ, ἐξαυτῆς· 24 πέποιθα δὲ ἐν κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι. 25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς· 26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, * ⸆ – RP f35 TR TNT2 NA NIV SBL Ead ¦ ἰδεῖν WH ⸆ καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησεν· 27 καὶ γὰρ ἠσθένησεν παραπλήσιον * ⸂ θανάτῳ RP f35 TR TNT2 NA NIV SBL Ead ¦ θανάτου WH ⸂θανάτῳ,⸃ ἀλλὰ ὁ θεὸς * ⸉ αὐτὸν ἠλέησεν RP f35 TR Ead ¦ ἠλέησεν αὐτὸν TNT2 WH NA NIV SBL ⸉αὐτὸν ἠλέησεν,⸊ οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ *2 λύπην RP f35 TNT2 WH NA NIV SBL Ead ¦ λύπῃ TR 2λύπην⸃ σχῶ. 28 Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα, ἰδόντες αὐτὸν πάλιν, χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. 29 Προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε· 30 ὅτι διὰ τὸ ἔργον * ⸂ τοῦ χριστοῦ RP f35 TR Ead ¦ χριστοῦ TNT2 NA NIV SBL ¦ κυρίου WH ⸂τοῦ χριστοῦ⸃ μέχρι θανάτου ἤγγισεν, *2 παραβουλευσάμενος RP f35 TR ¦ παραβολευσάμενος TNT2 WH NA NIV SBL Ead 2παραβουλευσάμενος⸃ τῇ ψυχῇ, ἵνα *3 ἀναπληρώσῃ RP TR TNT2 WH NA NIV SBL Ead ¦ πληρώσῃ f35 3ἀναπληρώσῃ⸃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.

*2:1 ⸂ τις RP TNT2 WH NA NIV SBL Ead ¦ τι f 35 ¦ τινα TR

*2:3 ⸂ μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν RP f 35 TR ¦ μηδὲν κατ᾽ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν TNT2 NA NIV SBL ¦ μηδὲν κατ᾽ ἐριθίαν μηδὲ κατὰ κενοδοξίαν WH ¦ μηδὲν κατὰ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν Ead

*2:4 ⸂ μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος. RP TR ¦ μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὸ ἑτέρων ἕκαστος. f 35 ¦ μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι. TNT2 WH NA NIV73 SBL Ead ¦ μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες, ἀλλὰ τὰ ἑτέρων ἕκαστοι. NIV11

*2:5 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*2:5 ⸂ φρονείσθω RP f 35 TR ¦ φρονεῖτε TNT2 WH NA NIV SBL Ead

*2:9 ⸆ – RP f 35 TR ¦ τὸ TNT2 WH NA NIV SBL Ead

*2:13 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*2:15 ⸂ ἀμώμητα RP f 35 TR Ead ¦ ἄμωμα TNT2 WH NA NIV SBL

*2:15 ⸂2 ἐν μέσῳ RP f 35 TR ¦ μέσον TNT2 WH NA NIV SBL Ead

*2:21 ⸂ χριστοῦ Ἰησοῦ RP f 35 WH NA25 ¦ τοῦ χριστοῦ Ἰησοῦ TR ¦ Ἰησοῦ χριστοῦ TNT2 NA27+28 NIV SBL Ead

*2:26 ⸆ – RP f 35 TR TNT2 NA NIV SBL Ead ¦ ἰδεῖν WH

*2:27 ⸂ θανάτῳ RP f 35 TR TNT2 NA NIV SBL Ead ¦ θανάτου WH

*2:27 ⸉ αὐτὸν ἠλέησεν RP f 35 TR Ead ¦ ἠλέησεν αὐτὸν TNT2 WH NA NIV SBL

*2:27 ⸂2 λύπην RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ λύπῃ TR

*2:30 ⸂ τοῦ χριστοῦ RP f 35 TR Ead ¦ χριστοῦ TNT2 NA NIV SBL ¦ κυρίου WH

*2:30 ⸂2 παραβουλευσάμενος RP f 35 TR ¦ παραβολευσάμενος TNT2 WH NA NIV SBL Ead

*2:30 ⸂3 ἀναπληρώσῃ RP TR TNT2 WH NA NIV SBL Ead ¦ πληρώσῃ f 35