ΠΕΤΡΟΥ Α΄
To elect pilgrims
1Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας, 2κατὰ πρόγνωσιν Θεοῦ Πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
Don’t take your inheritance for granted
Begotten into an incorruptible inheritance
3Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, 4εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς, 5τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ.
Genuineness of faith proved by testing
6Ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστίν, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, 7ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως (πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου) εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ 8—ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν (ἄρτι μὴ ὁρῶντες) πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, 9κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.
Salvation foretold by prophets
10Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, 11ἐρευνῶντες εἰς τίνα, ἢ ποῖον καιρόν, ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· 12οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δέ, διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς, ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ᾿ οὐρανοῦ—εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
Be serious, be holy, be fearful
13Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ 14—ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, 15ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, 16διότι γέγραπται, «Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι.»
17Καί, εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, 18εἰδότες ὅτι οὐ φθαρτοῖς (ἀργυρίῳ ἢ χρυσίῳ) ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, 19ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου, Χριστοῦ· 20προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾿ ἐσχάτων τῶν χρόνων δι᾿ ὑμᾶς, 21τοὺς δι᾿ αὐτοῦ πιστεύοντας εἰς Θεόν, τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν.
Born again through an eternal Word
22Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος, εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, 23ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλ᾿ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα. 24Διότι· «Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν, τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα.» 25Τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.

Notes


*1:1 [Peter evidently expected his letter to have a rather wide distribution!]

1:3 ελεος αυτου f35 𝕻72 048 [38%] ¦ ~ 21 ℵA,B,C [60%] RP,HF,OC,TR,CP,NU ¦ 1 [2%] (f35 [Kr] is independent of Kx and has the earliest attestation. ‘His great mercy’ or ‘His great mercy’, which?)

1:4 υμας f35 ℵA,B,C [95%] RP,HF,OC,CP,NU ¦ ημας 𝕻72v [5%] TR (Some TRs, including the one underlying the AV, have υμας.)

§1:6 εστιν f35 𝕻72A,C [98.6%] RP,HF,OC,TR,CP [NU]ECM ¦ — ℵB [1.4%]

*1:6 λυπηθεντες f35 𝕻72A,B,C [75%] RP,HF,OC,TR,CP,NU ¦ λυπηθεντας ℵ [23.5%] ECM ¦ two other variants

1:7 πολυ τιμιωτερον f35 [80%] RP,HF,TR,CP ¦ πολυτιμοτερον 𝕻72ℵA,B,C [20%] OC,NU

1:7 δοξαν και τιμην f35 𝕻72ℵA,B,C [35%] NU ¦ ~ 321 [28%] OC,TR,CP ¦ ~ 32 εις 1 [37%] RP,HF (Kx is divided over whether to add the preposition, but is agreed as to the word order. Again f35 [Kr] is independent of Kx and has the earliest attestation.)

§1:8 ειδοτες f35 A [93%] RP,HF,OC,TR,CP ¦ ιδοντες 𝕻72ℵB,C [7%] NU

*1:9 υμων f35 ℵA,C [96%] RP,HF,OC,TR,CP[NU]ECM ¦ ημων [3%] ¦ — B [1%]

1:10 εξηρευνησαν f35 C [99%] RP,HF,OC,TR,CP ¦ εξηραυνησαν 𝕻72ℵA,B [1%] NU

1:11 ερευνωντες f35 A,C [93.2%] RP,HF,OC,TR,CP ¦ εξερευνωντες [5%] ¦ εραυνωντες 𝕻72ℵB [0.8%] NU ¦ — [1%]

§1:12 υμιν f35 𝕻72ℵA,B,C [86%] RP,HF,OC,CP,NU ¦ ημιν [14%] TR

*1:12 εν f35 ℵC [96%] RP,HF,OC,TR,CP[NU]ECM ¦ — 𝕻72A,B [4%]

1:16 γεγραπται f35 𝕻72ℵA,C [98%] RP,HF,OC,TR,CP,ECM ¦ 1 οτι B [2%] [NU]

1:16 γινεσθε f35 [52%] RP,HF,OC ¦ γενεσθε [36%] TR,CP ¦ εσεσθε 𝕻72ℵA,B,C [12%] NU ¦ two other variants (The early uncials presumably assimilated to the LXX; I take Peter’s point to be that since God is holy all the time, we are to be also [present tense—we have to work at it].)

§1:16 ειμι f35 𝕻72C [99.2%] RP,HF,OC,TR,CP ¦ — ℵA,B [0.8%] [NU]ECM

*1:17 απροσωποληπτως f35 [98.5%] RP,HF,OC,TR,CP ¦ απροσωπολημπτως 𝕻72ℵA,B,C [1.5%] NU ¦ two other variants (Liddell & Scott don’t mention the longer spelling.)

1:18 υμων αναστροφης πατροπαραδοτου rell ¦ ~ 132 C [12%] ¦ four further variants

1:20 εσχατων f35 (𝕻72) [91%] RP,HF,OC,TR,CP ¦ εσχατου (ℵ)A,B,C [9%] NU

§1:21 πιστευοντας f35 𝕻72ℵC [94.2%] RP,HF,OC,TR,CP ¦ πιστευσαντας [5%] ¦ πιστους A,B [0.8%] NU

*1:22 δια πνευματος f35 (92.4%) RP,HF,OC,TR,CP ¦ — 𝕻72ℵA,B,C (7.6%) NU

1:22 καθαρας f35 𝕻72ℵC (99.4%) RP,HF,OC,TR,CP[NU]ECM ¦ — A,B (0.6%)

1:23 αλλ f35 C [40%] ¦ αλλα 𝕻72ℵA,B [60%] RP,HF,OC,TR,CP,NU

§1:23 εις τον αιωνα f35 (90.2%) RP,HF,OC,TR,CP ¦ 13 (2.6%) ¦ 1 τους αιωνας (1.2%) ¦ — 𝕻72ℵA,B,C (6%) NU

*1:24 ως rell ¦ ωσει ℵ ¦ — A [9%]

1:24 ανθρωπου f35 [90%] RP,HF,OC,TR,CP ¦ αυτης 𝕻72A,B,C [9%] NU ¦ αυτου ℵ ¦ one other variant

1:24 αυτου f35 C [90%] RP,HF,OC,TR,CP ¦ αυτης [1%] ¦ — 𝕻72ℵA,B [9%] NU