Law or faith
1Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκηνεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ᾿ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος; 2Τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾿ ὑμῶν· ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; 3Οὕτως ἀνόητοί ἐστε; Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; 4Τοσαῦτα ἐπάθετε εἰκῇ—εἴ γε καὶ εἰκῇ; 5Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως;— 6καθὼς Ἁβραὰμ ‹ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.›
7Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἁβραάμ. 8Προϊδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός, προευηγγελίσατο τῷ Ἁβραὰμ ὅτι «Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.» 9Ὥστε, οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἁβραάμ.
The curse of the law
10Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσίν· γέγραπται γάρ, «Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.» 11Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ δῆλον, ὅτι «Ὁ δίκαιος ἐκ πίστεως ζήσεται.» 12Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾿ «Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.»
13Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα—γέγραπται γάρ, «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου»— 14ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἁβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ· ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
The covenant with Abraham
15Ἀδελφοί· κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου, κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. 16Τῷ δὲ Ἁβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει «καὶ τοῖς σπέρμασιν,» ὡς ἐπὶ πολλῶν, ἀλλ᾿ ὡς ἐφ᾿ ἑνός, «καὶ τῷ σπέρματί σου,» ὅς ἐστιν Χριστός. 17Τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸν ὁ μετὰ ἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. 18Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας, τῷ δὲ Ἁβραὰμ δι᾿ ἐπαγγελίας κεχάρισται ὁ Θεός.
The law was a guardian
19Τί οὖν ὁ νόμος; Τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται· διαταγεὶς δι᾿ ἀγγέλων ἐν χειρὶ μεσίτου. 20(Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ Θεὸς εἷς ἐστιν.) 21Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; Μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη. 22Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.
23Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24Ὥστε, ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. 25Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.
26Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. 27Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε 28—οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ— 29εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἁβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι.

Notes


*3:1 εβασκηνεν f35 [50%] CP ¦ εβασκανεν ℵA,B,C [50%] RP,HF,OC,TR,NU (Why would medieval monks revive a classical spelling?)

3:1 τη (−τη CP) αληθεια μη πειθεσθαι (πειθεσθε 3.6%) f35 C (97%) RP,HF,OC,TR(CP) ¦ — ℵA,B (3%) NU

3:1 εν υμιν (ημιν 1%) f35 (90.5%) RP,HF,OC,TR,CP ¦ — ℵA,B,C (9.5%) NU

§3:4 και rell ¦ — 𝕻46 CP

*3:6 ἁβρααμ f35 [40%] ¦ ἀβρααμ [60%] RP,HF,OC,TR,CP,NU (Since collators down through the years have generally not bothered to record breathing marks, the percentages are guesses, but the testimony of f35 is guaranteed. Unless an uncial consistently marks breathing, the absence of a mark cannot be trusted.) [When Jehovah changed Abram’s name to Abraham (Genesis 17:5) the intervocalic aspiration in Hebrew is adequately represented in English by ‘h’; but so far as I know, there is no way in Greek to indicate intervocalic aspiration within a word—the only alternative to losing the aspiration altogether would be to place it at the beginning of the word, as f35 does.]

3:7 εισιν υιοι f35 A,C [90%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵB [1.5%] NU ¦ 1 οι 2 [8.5%]

3:8 ενευλογηθησονται f35 𝕻46ℵA,B,C [90%] RP,HF,OC,TR,CP,NU ¦ ευλογηθησονται [10%] some TRs

§3:10 γαρ f35 [96%] RP,HF,OC,TR,CP ¦ 1 οτι ℵA,B,C [4%] NU ¦ 1 τι 𝕻46

*3:10 εν f35 A,C [93%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB [4%] NU ¦ επι [3%]

3:11 εν rell ¦ 1 τω [1%] CP

3:12 ανθρωπος f35 (93.1%) RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C (6.6%) NU ¦ long omissions (0.3%)

§3:13 γενομενος rell ¦ γινομενος CP

*3:13 γεγραπται γαρ f35 ℵ [98%] RP,HF,OC,TR,CP ¦ ~ οτι 1 𝕻46A,B,C [2%] NU

3:14 γενηται rell ¦ γενησεται C [10%] ¦ γενητε [2%]

3:15 αδελφοι rell ¦ — [1%] CP

§3:16 ερρεθησαν f35 ℵA,B,C,I [40%] OC,CP,NU ¦ ερεθησαν [4%] ¦ ερρηθησαν [55%] RP,HF,TR ¦ ερηθησαν [1%]

*3:16 και rell ¦ — [6%] CP

3:16 σου rell ¦ — CP

3:17 εις χριστον f35 I,0176 [97.5%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [2.5%] NU

§3:17 ετη τετρακοσια και τριακοντα f35 0176 [93%] RP,HF,OC,TR,CP ¦ ~ 2341 𝕻46ℵA,B,C [7%] NU

*3:19 ω f35 𝕻46ℵA,B,C [75%] RP,HF,OC,TR,CP,NU ¦ ο [25%]

3:19 διαταγεις rell ¦ διαταγεισα CP ¦ διαταγης [8%] ¦ διαταγις [0.5%]

3:21 του θεου f35 ℵA,C [99%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46B [alone] ¦ 2 [0.5%]

§3:21 αν εκ νομου ην f35 0176v (86.4%) RP,HF,OC,TR ¦ 12 του 34 (1.5%) ¦ ~ 2314 A,C (1.5%) NU ¦ ~ 2341 ℵ (4%) ¦ 234 (3.1%) CP ¦ 123 (0.7%) ¦ ~ 231 (1.5%) ¦ ~ εν 314 B (alone) ¦ ~ εν 341 𝕻46 (alone) ¦ four other readings (1%)

*3:22 τα rell ¦ — [3%] CP

3:23 δε rell ¦ — [9%] CP ¦ γαρ [3%] ¦ ~ δε του OC

3:23 συγκεκλεισμενοι f35 C,0176 [97%] RP,HF,OC,TR,CP ¦ συνκλειομενοι 𝕻46A,B [1%] ¦ συνκλιομενοι ℵ [1%] ¦ συγκλειομενοι [1%] NU

§3:26 γαρ rell ¦ — [1%] CP

*3:28 ουδε rell ¦ ουδ CP ¦ ουτε [7%]

3:29 υμεις rell ¦ του CP

3:29 και f35 [94%] RP,HF,OC,TR ¦ — ℵA,B,C [6%] CP,NU