A visit to Natsareth
1Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 2Καὶ γενομένου σαββάτου, ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν. Καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέγοντες· «Πόθεν τούτῳ ταῦτα;» καί, «Τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ;» καί, «Δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται. 3Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς Μαρίας, ἀδελφὸς δὲ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς;» Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. 4Ἔλεγεν δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι «Οὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσιν καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.» 5Καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν. 6Καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγεν τὰς κώμας κύκλῳ, διδάσκων.
The Twelve commissioned and sent
7Καὶ προσκαλεῖται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων. 8Καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν, εἰ μὴ ῥάβδον μόνον—μὴ πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν— 9ἀλλ᾿ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας. 10Καὶ ἔλεγεν αὐτοῖς· «Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 11Καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.» 12Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσιν, 13καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
Herod had executed John the Baptizer
14Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγεν ὅτι «Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.» 15Ἄλλοι ἔλεγον ὅτι «Ἠλίας ἐστίν.» Ἄλλοι δὲ ἔλεγον ὅτι «Προφήτης ἐστὶν ὡς εἷς τῶν προφητῶν.» 16Ἀκούσας δὲ ὁ Ἡρῴδης εἶπεν ὅτι «Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν.»
17Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ, διὰ Ἡρῳδιάδα, τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ· ὅτι αὐτὴν ἐγάμησεν 18—ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι «Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.» 19Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· καὶ οὐκ ἠδύνατο, 20ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν. Καὶ ἀκούων αὐτοῦ πολλὰ ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουεν.
21Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας. 22Καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης, καὶ ἀρεσάσης τῷ Ἡρῴδη καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ, «Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοί.» 23Καὶ ὤμοσεν αὐτῇ ὅτι «Ὃ ἐάν με αἰτήσῃς δώσω σοί, ἕως ἡμίσους τῆς βασιλείας μου.»
24Ἡ δὲ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς, «Τί αἰτήσομαι;» Ἡ δὲ εἶπεν, «Τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.» 25Καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο, λέγουσα, «Θέλω ἵνα μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.» 26Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους, καὶ τοὺς συνανακειμένους, οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. 27Καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. Ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ 28καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ· καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29Καὶ ἀκούσαντες, οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
The Twelve return
30Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31Καὶ εἶπεν αὐτοῖς, «Δεῦτε ὑμεῖς αὐτοὶ κατ᾿ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύεσθε ὀλίγον»· ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.
Bread for 5,000 men
32Καὶ ἀπῆλθον εἰς ἔρημον τόπον τῷ πλοίῳ κατ᾿ ἰδίαν. 33Καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν αὐτοὺς πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτοὺς καὶ συνῆλθον πρὸς αὐτόν. 34Καὶ ἐξελθὼν εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
35Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι «Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή. 36Ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους· τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.» 37Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, «Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.» Καὶ λέγουσιν αὐτῷ, «Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δῶμεν αὐτοῖς φαγεῖν;» 38Ὁ δὲ λέγει αὐτοῖς· «Πόσους ἄρτους ἔχετε; Ὑπάγετε καὶ ἴδετε.» Καὶ γνόντες λέγουσιν, «Πέντε, καὶ δύο ἰχθύας.»
39Καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40Καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα. 41Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παραθῶσιν αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. 42Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν. 43Καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων. 44Καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες.
Jesus retires to pray
45Καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν, πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύσει τὸν ὄχλον. 46Καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
A walk on water
47Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης· καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48Καὶ εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς. Καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ ἤθελεν παρελθεῖν αὐτούς· 49οἱ δέ, ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἔδοξαν φάντασμα εἶναι, καὶ ἀνέκραξαν· 50πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. Καὶ εὐθέως ἐλάλησεν μετ᾿ αὐτῶν, καὶ λέγει αὐτοῖς· «Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.» 51Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. Καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο, καὶ ἐθαύμαζον. 52Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις—ἦν γὰρ αὐτῶν ἡ καρδία πεπωρωμένη.
In Genesaret
53Καὶ διαπεράσαντες, ἦλθον ἐπὶ τὴν γῆν Γενησαρὲτ καὶ προσωρμίσθησαν. 54Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, εὐθέως ἐπιγνόντες αὐτόν, 55περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστιν. 56Καὶ ὅπου ἂν εἰσεπορεύετο—εἰς κώμας ἢ πόλεις ἢ ἀγρούς—ἐν ταῖς ἀγοραῖς ἐτίθουν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥπτοντο αὐτοῦ ἐσῴζοντο.

Notes


*6:1 ηλθεν f35 A(D)N [98%] HF,RP,CP,TR,OC ¦ ερχεται ℵB,C [1%] NU ¦ — W [1%]

6:1 αυτου rell ¦ εαυτου OC

6:2 εν τη συναγωγη διδασκειν f35 𝕻45vA,N,W [99%] HF,RP,CP,TR,OC ¦ ~ 4123 ℵB,C,D [1%] NU

§6:2 αυτω f35 A,N,W [84%] HF,RP,CP,OC ¦ 1 οτι [5%] TR ¦ τουτω ℵB [1%] NU ¦ τουτω ινα C ¦ 1 ινα D [10%]

*6:2 και f35 A,C,D,W [98%] HF,RP,CP,TR,OC ¦ 1 αι ℵB,N [1%] NU ¦ — [1%]

6:2 γινονται f35 (A)(C)N(W) [96%] HF,RP,CP,TR,OC ¦ γινομεναι ℵ(B) [1%] NU ¦ γινωνται (D) [3%]

6:3 υιος f35 A,D,N [98%] HF,RP,CP,TR ¦ 1 της ℵB,C,W [2%] OC,NU

§6:3 αδελφος δε f35 A,N,W [98%] HF,RP,CP,TR,OC ¦ ~ και 1 B,C [1%] NU ¦ ~ και ο 1 ℵD [0.5%] ¦ two other variants

*6:3 ιωση f35 A,C,N,W (97.7%) HF,RP,CP,TR,OC ¦ ιωσηφ ℵ (0.9%) ¦ ιωσητος B,D (1.2%) NU ¦ three other variants (0.2%)

6:4 ελεγεν δε f35 A,N,W [98%] HF,RP,CP,TR,OC ¦ ~ και 1 ℵB,C,D [2%] NU

6:4 και εν τοις συγγενεσιν f35 A,D,W [93%] HF,RP,CP,TR,OC ¦ 123 συγγενευσιν [4%] ¦ 1234 αυτου C [1%] ¦ 123 συγγενευσιν αυτου B(N) [2%] NU ¦ — ℵ

§6:5 ηδυνατο f35 ℵD,N [94%] HF,RP,CP,TR,OC ¦ εδυνατο A,B,C,W [6%] NU

*6:5 ουδεμιαν δυναμιν ποιησαι f35 A,N [97%] HF,RP,CP,TR,OC ¦ ~ 312 ℵB,C [2%] NU ¦ ~ 132 D [1%] ¦ ~ 32 W

6:8 παρηγγειλεν rell ¦ παρηγγελεν [2%] CP ¦ παρηγγελλεν W [10%]

6:8 πηραν μη αρτον f35 A(D)N,W [99%] HF,RP,CP,TR,OC ¦ ~ 321 ℵB,C [1%] NU

§6:9 ενδυσησθε f35 ℵC [91%] HF,RP,CP,TR,NU ¦ ενδυσασθε B [0.5%] ¦ ενδυσησθαι A,D,W [1%] ¦ ενδυσασθαι [5%] some TRs ¦ ενδεδυσθαι N [2%] OC

*6:11 οσοι f35 A,D,N [96%] HF,RP,CP,TR,OC ¦ ος ℵB,C,W [4%] NU

6:11 εαν f35 A,D,N [50%] CP,OC ¦ αν ℵB,C,W [50%] HF,RP,TR,NU

6:11 μη f35 A,C,D,N [98%] HF,RP,CP,TR,OC ¦ τοπος 1 ℵB,W [2%] NU

§6:11 δεξωνται f35 A,D,N [93%] HF,RP,CP,TR,OC ¦ δεξονται [4%] ¦ δεξηται ℵB,C,W [3%] NU

*6:11 αμην λεγω υμιν ανεκτοτερον εσται σοδομοις η γομορροις εν ημερα κρισεως η τη πολει εκεινη f35 A,N [98%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,D,W [2%] NU

6:12 εκηρυσσον f35 A,N,W [99%] HF,RP,CP,TR,OC ¦ εκηρυξαν (ℵ)B,C,D [1%] NU

6:12 μετανοησωσιν f35 ℵA,C [99%] HF,RP,CP,TR,OC ¦ μετανοωσιν B,D,W [0.5%] NU ¦ μετανοησουσιν N

§6:13 εξεβαλλον rell ¦ εξεβαλον C,D [10%] CP ¦ εξεπεμπον W

*6:14 ελεγεν f35 ℵA,C,N (99%) HF,RP,CP,TR,OC ¦ ελεγον B,W (0.7%) NU ¦ ελεγοσαν D (0.1%) ¦ ειπεν (0.1%)

6:14 βαπτιζων f35 ℵA,B,C,N (91.9%) HF,RP,CP,TR,OC,NU ¦ βαπτιστης D,W (8.1%)

6:14 εκ νεκρων ηγερθη f35 N,W (91.5%) HF,RP,CP,TR,OC ¦ ~ 312 C (0.6%) ¦ ~ 3 απο των 2 (1.3%) ¦ 12 ανεστη A (5.7%) ¦ ~ εγηγερται 12 ℵB,D (0.7%) NU ¦ three other variants (0.2%)

§6:15 αλλοι f35 [70%] HF,RP,CP,TR,OC ¦ 1 δε ℵA,B,C,D,N,W [29%] NU ¦ — [1%]

*6:15 εστιν ως f35 A,N [94%] HF,RP,CP,OC ¦ 2 ℵB,C,W [2%] NU ¦ 1 η 2 [2%] TR ¦ η 2 [2%] ¦ — D

6:16 ο f35 ℵA,B,N,W [50%] TR,OC,NU ¦ — C,D [50%] HF,RP,CP

6:16 ειπεν f35 A,D,N,W [98%] HF,RP,CP,TR,OC ¦ ελεγεν 𝕻45vℵB,C [2%] NU

§6:16 οτι f35 𝕻45A,C,N,W [96%] HF,RP,CP,TR,OC ¦ — ℵB,D [4%] NU

*6:16 εστιν αυτος f35 A,C,N (98%) HF,RP,CP,TR,OC ¦ — (ℵ)B(D)W (1%) NU ¦ 1 (0.4%) ¦ three other variants (0.2%) ¦ long omission (0.3%)

6:16 εκ νεκρων f35 A(D) [96%] HF,RP,CP,TR,OC ¦ απο των 2 C,N [3%] ¦ — ℵB,W [1%] NU

6:17 εν φυλακη f35 ℵ(A)B,C,N (93.3%) HF,RP,CP,OC,NU ¦ εις φυλακην (0.5%) ¦ 1 τη 2 W (5.1%) TR ¦ και εβαλεν εις φυλακην D (0.9%) ¦ two other variants (0.1%)

§6:20 ακουων f35 [20%] ¦ ακουσας ℵA,B,C,D,N,W [80%] HF,RP,CP,TR,OC,NU

*6:20 εποιει f35 A,C,D,N (98.4%) HF,RP,CP,TR,OC ¦ α 1 (1%) ¦ ηπορει ℵB (0.4%) NU ¦ ηπορειτο W ¦ — (0.2%)

6:21 εποιει f35 A,N [97%] HF,RP,CP,TR,OC ¦ εποιησεν ℵB,C,D,W [3%] NU

6:22 αυτης της f35 A,C,N (96.5%) HF,RP,CP,TR,OC ¦ 2 (1.3%) ¦ αυτου 2 (0.9%) ¦ αυτου ℵB,D (0.4%) NU ¦ 1 W (0.7%) ¦ two other variants (0.2%)

§6:22 και αρεσασης f35 𝕻45A,D,N,W [99%] HF,RP,CP,TR,OC ¦ ηρεσεν ℵB,C [1%] NU

*6:23 αυτη f35 ℵA,B,N [99%] HF,RP,CP,TR,OC ¦ 1 πολλα D [1%] [NU] ¦ πολλα 𝕻45 ¦ long omission W [1%]

6:23 ο f35 ℵA,C,N [98%] HF,RP,CP,TR,OC ¦ — 𝕻45B(D) [1%] NU ¦ long omission W [1%]

6:23 με rell ¦ — ℵN [2%] CP ¦ long omission W [1%]

§6:24 η δε f35 A,C,D,N,W [99.5%] HF,RP,CP,TR,OC ¦ και ℵB [0.5%] NU

*6:24 αιτησομαι f35 [96%] HF,RP,CP,TR,OC ¦ αιτησωμαι ℵA,B,C,D,N,W [4%] NU

6:24 βαπτιστου f35 A,C,D,N,W [99.5%] HF,RP,CP,TR,OC ¦ βαπτιζοντος ℵB [0.5%] NU

6:25 ευθεως f35 A [97%] HF,RP,CP,TR,OC ¦ ευθυς 𝕻45ℵB,C,N,W [2%] NU ¦ — D [1%]

§6:25 μοι δως εξαυτης f35 A [98%] HF,RP,CP,TR,OC ¦ ~ 321 ℵB,C [1%] NU ¦ ~ 213 N ¦ ~ δος 1 D ¦ 1 δωσης W ¦ μη δος 3 [1%]

*6:26 συνανακειμενους f35 ℵA,D,N [99.5%] HF,RP,CP,TR,OC ¦ ανακειμενους B,C,W [0.5%] NU

6:26 αυτην αθετησαι f35 A,D,W [99%] HF,RP,CP,TR,OC ¦ ~ 21 ℵB,C,N [1%] NU

6:27 ευθεως f35 A(D)N,W [99.5%] HF,RP,CP,TR,OC ¦ ευθυς ℵB,C [0.5%] NU

§6:27 σπεκουλατωρα f35 [50%] CP,TR,OC ¦ σπεκουλατορα ℵA,B,C(D)N,W [50%] HF,RP,NU

*6:27 ενεχθηναι f35 A,D,N,W (98.7%) HF,RP,CP,TR,OC ¦ ανεχθηναι (0.5%) ¦ εχθηναι (0.1%) ¦ ενεγκαι ℵB,C (0.4%) NU ¦ long omission (0.2%)

6:27 ο δε f35 A,D,N (97.6%) HF,RP,CP,TR,OC ¦ και B,C,W (1.1%) NU ¦ — ℵ (1.3%) omit a whole line [homoioteleuton]

6:29 εν rell ¦ 1 τω D [10%] TR

§6:30 και f35 A,W [85%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,D,N [15%] NU

*6:31 ειπεν f35 A,D,N,W [99%] HF,RP,CP,TR,OC ¦ λεγει ℵB,C [1%] NU

6:31 αναπαυεσθε f35 ℵD,N,W [95%] HF,RP,CP,TR,OC ¦ αναπαυσασθε A,B,C [5%] NU

6:31 ευκαιρουν f35 ℵA,B,N [60%] HF,RP,CP,OC,NU ¦ ηυκαιρουν C,W [40%] TR ¦ ευκαιρος ειχον D

§6:32 απηλθον rell ¦ απηλθεν [15%]

*6:32 εις ερημον τοπον τω πλοιω f35 A,W [97%] HF,RP,CP,TR ¦ ~ εν 4 (−τ. ℵ) 5123 (ℵ)B [1%] NU ¦ ~ 1 το πλοιον 123 D ¦ 123 εν 45 N [1%] ¦ 123 εν 5 [1%] OC (C vacant)

6:33 υπαγοντας rell ¦ 1 οι οχλοι W [5%] TR

6:33 αυτους f35 ℵA,N [50%] OC ¦ αυτον [48%] HF,RP,CP,TR ¦ — B,D,W [2%] NU

§6:33 και συνηλθον (ηλθον CP, συνεδραμον A) προς αυτον f35 (A)N [96%] HF,RP(CP)TR,OC ¦ — ℵB(D)W [4%] NU

*6:34 ειδεν ο ιησους f35 (D) [80%] HF,RP,CP,TR ¦ ~ 231 A,N [17%] OC ¦ 1 (ℵ)B,W [3%] NU

6:34 αυτοις f35 A,N [99%] HF,RP,CP,TR,OC ¦ αυτους ℵB,D,W [1%] NU

6:35 λεγουσιν f35 A,D,W [95%] HF,RP,CP,TR,OC ¦ ελεγον ℵB [1%] NU ¦ 1 αυτω [4%] ¦ λεγοντες N

§6:36 αρτους τι γαρ φαγωσιν ουκ εχουσιν f35 A,N [98%] HF,RP,CP,TR,OC ¦ 23456 [1%] ¦ 24 𝕻45B,W [1%] NU ¦ βρωματα 24 ℵ ¦ 2 φαγειν D

*6:37 δηναριων διακοσιων rell ¦ ~ 21 D,N [15%] TR

6:37 δωμεν f35 W [97%] HF,RP,CP,TR,OC ¦ δωσομεν 𝕻45A,B [1%] NU ¦ δωσωμεν ℵN,D [2%]

6:38 και f35 A,N [97%] HF,RP,CP,TR,OC ¦ — ℵB,D,W [3%] NU

§6:39 ανακλιναι f35 A,D,N,W (89.2%) HF,RP,CP,TR,OC,NU ¦ ανακλιθηναι ℵB (10.8%)

*6:40 ανεπεσον f35 A,D [85%] HF,RP,CP,TR,OC ¦ ανεπεσαν ℵ(B)N,W [15%] NU

6:40 ανα f35 A,N(W) [99.5%] HF,RP,CP,TR,OC ¦ κατα ℵB,D [0.5%] NU (twice) (𝕻45 omits last five words of verse)

6:41 αυτου f35 𝕻45A,D,N,W [99%] HF,RP,CP,TR[NU] ¦ — ℵB [1%] OC

§6:41 παραθωσιν f35 𝕻45A,D,N [97%] HF,RP,CP,TR,OC ¦ παρατιθωσιν ℵB,W [3%] NU

*6:43 κλασματων f35 ℵA,D,N,W [98.5%] HF,RP,CP,TR,OC ¦ κλασματα 𝕻45B [0.5%] NU ¦ — [1%]

6:43 κοφινους πληρεις f35 A,D,N [97%] HF,RP,CP,TR,OC ¦ κοφινων πληρωματα 𝕻45ℵB [2%] NU ¦ 1 πληρωματα W [1%]

6:44 τους αρτους f35 A,B,N [92%] HF,RP,CP,OC[NU] ¦ 12 ωσει [5%] TR ¦ ως ℵ [0.5%] ¦ ωσει [1%] ¦ — 𝕻45D,W (1.8%)

§6:45 ευθεως f35 A,D,N [99%] HF,RP,CP,TR,OC ¦ ευθυς ℵB,W [1%] NU

*6:45 απολυσει f35 [40%] CP ¦ απολυει ℵB,D [1%] NU ¦ απολυση 𝕻45A,N,W [59%] HF,RP,TR,OC

6:48 ειδεν f35 𝕻45vA,N [99%] HF,RP,CP,TR ¦ ιδων ℵB,D,W [1%] OC,NU

6:48 και f35 A,D,N,W [99%] HF,RP,CP,TR,OC ¦ — ℵB [1%] NU

§6:49 περιπατουντα επι της θαλασσης f35 A,D,N,W [99%] HF,RP,CP,TR,OC ¦ ~ 2341 ℵB [1%] NU

*6:49 φαντασμα ειναι f35 A,D,N(W) [99%] HF,RP,CP,TR,OC ¦ οτι 1 εστιν ℵB [1%] NU

6:50 ειδον rell ¦ ειδαν ℵB,NU ¦ — D

6:50 και ευθεως f35 A,N,W [99%] HF,RP,CP,TR,OC ¦ ο δε ευθυς ℵB [0.5%] NU ¦ 1 D ¦ ο δε [0.5%]

§6:51 προς αυτους εις το πλοιον rell ¦ ~ 34512 D [1%] OC

*6:51 λιαν εκ περισσου f35 A,N (96.9%) HF,RP,CP,TR,OC[NU] ¦ 12 περι σου (1.7%) ¦ 23 W (0.5%) ¦ 1 ℵB (0.7%) ¦ περισσως D (0.2%)

6:51 και εθαυμαζον f35 A,D,N,W (98.7%) HF,RP,CP,TR,OC ¦ — ℵB (1.2%) NU ¦ two other variants (0.1%)

6:52 ην γαρ f35 A,D,N,W [99%] HF,RP,CP,TR ¦ ~ αλλ 1 ℵB [1%] OC,NU

§6:52 αυτων η καρδια f35 ℵA,B,N,W [85%] HF,RP,CP,OC,NU ¦ ~ 231 D [15%] TR

*6:53 ηλθον rell ¦ απηλθον [1%] OC

6:53 ηλθον επι την γην f35 A,D,N [98%] HF,RP,CP,TR,OC ¦ 1234 εις (W) [0.5%] ¦ ~ 2341 εις ℵB [0.5%] NU ¦ 1 εις 34 [1%]

6:53 γενησαρετ f35 [30%] TR ¦ γεννησαρετ ℵA,W [53%] HF,RP,CP,OC,NU ¦ γεννησαρεθ B [15%] ¦ γενησαρεθ N [2%] ¦ γεννησαρ D

§6:54 ευθεως f35 A,D,N [98%] HF,RP,CP,TR,OC ¦ ευθυς ℵB,W [2%] NU

*6:55 περιδραμοντες f35 A,D,N [97%] HF,RP,CP,TR ¦ περιεδραμον ℵB,W [3%] OC,NU

6:55 περιχωρον f35 A,D,N,W [99%] HF,RP,CP,TR,OC ¦ χωραν ℵB [1%] NU

6:55 εκεινην f35 A,D,N [97%] HF,RP,CP,TR ¦ 1 και ℵB,W [3%] OC,NU

§6:55 κραββατοις f35 [70%] HF,RP,CP,TR ¦ κραβαττοις A,B,N(W) [29%] OC,NU ¦ κραβακτοις ℵ ¦ γραβαττοις (D) ¦ κρεβαντοις [1%] ¦ two other variants

*6:55 εκει f35 A,C,N(W) (98.1%) HF,RP,CP,TR,OC ¦ — ℵB (1.5%) NU ¦ wild D (0.2%) ¦ long omission (0.2%)

6:56 η f35 A,W [99%] HF,RP,CP,TR,OC ¦ 1 εις ℵB,D,N [1%] NU

6:56 η f35 A,N,W [99%] HF,RP,CP,TR,OC ¦ 1 εις ℵB,D [1%] NU

§6:56 ετιθουν f35 A(D)N,W [99%] HF,RP,CP,TR ¦ ετιθεσαν ℵB [1%] OC,NU

*6:56 ηπτοντο f35 A,N [96%] HF,RP,CP,TR,OC ¦ ηψαντο ℵB,D,W [4%] NU